Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
οὐρανὸς ἀντιφέρει, Στεφάνοιό τε δεύτερα κύκλα 660
 
ὕδρης τʼ ἐσχατιήν, φορέει τʼ ἔπι Κενταύροιο
 
δῶμά τε καὶ κεφαλὴν καὶ Θηρίον ὅ ῥʼ ἐνὶ χειρὶ
 
δεξιτερῇ Κένταυρος ἔχει. τοὶ δʼ αὖθι μένουσιν
 
τόξον ἐπερχόμενον πρότεροι πόδες ἱππότα Φηρός.
 
τόξῳ καὶ σπείρη Ὄφιος καὶ σῶμʼ Ὀφιούχου 665
 
ἀντέλλει ἐπιόντι· καρήατα δʼ αὐτὸς ἀγινεῖ
 
σκορπίος ἀντέλλων, ἀνάγει δʼ αὐτὰς Ὀφιούχου
 
χεῖρας καὶ προτέρην Ὄφιος πολυτειρέος ἀγήν. ἀγήν (with u erased) M; αὐγήν AC.
 
τοῦ γε μὲν Ἐγγόνασιν, περὶ γὰρ τετραμμένος αἰεὶ
 
ἀντέλλει, τότε μὲν περάτης ἐξέρχεται ἄλλα, 670
 
γυῖά τε καὶ ζώνη καὶ στήθεα πάντα καὶ ὦμος
 
δεξιτερῇ σὺν χειρί· κάρη δʼ ἑτέρης μετὰ χειρὸς
 
τόξῳ ἀνέρχονται καὶ Τοξότηι ἀντέλλοντι.
 
δὐν τοῖς Ἑρμαίη τε Λύρη καὶ στήθεος ἄχρις
 
Κηφεὺς ἠῴου παρελαύνεται ὠκεανοῖο, 675
 
ἦμος καὶ μεγάλοιο Κυνὸς πᾶσαι ἀμαρυγαὶ
 
δύνουσιν, καὶ πάντα κατέρχεται Ὠρίωνος,
 
πάντα γε μὴν ἀτέλεστα διωκομένοιο Λαγωοῦ.
 
ἀλλʼ οὐχ Ἡνιόχῳ Ἔριφοι οὐδʼ Ὠλενίη Αἲξ
← Önceki Metin · 34 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme