Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
αὐτὸς δʼ ἐς κεφαλὴν ἔτι που τετραμμένος ἄλλῃ 620
 
σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα Τόξου·
 
οἱ γάρ μιν φορέουσιν, ὁ μὲν μέσον ἄλλα τε πάντα,
 
χεῖρα δέ οἱ σκαιἠν κεφαλήν θʼ ἅμα Τόξον ἀγινεῖ.
 
ἀλλʼ ὁ μὲν ὣς τρίχα πάντα καταμελεϊστὶ φορεῖται
 
ἥμισυ δὲ Στεφάνοιο καὶ αὐτὴν ἔσχατον οὐρὴν 625
 
Κενταύρου φορέουσιν ἀνερχόμεναι ἔτι Χηλαί.
 
τῆμος ἀποιχομένην κεφαλὴν μέτα δύεται Ἵππος,
 
καὶ προτέρου Ὄρνιθος ἐφέλκεται ἔσχατος οὐρὴ.
 
δύνει δʼ Ἀνδρομέδης κεφαλή· τὸ δέ οἱ μέγα δεῖμα
 
κήτεος ἠερόεις ἐπάγει νότος· ἀντία δʼ αὐτὸς 630
 
Κηφεὺς ἐκ βορέω μεγάλῃ ἀνὰ χειρὶ κελεύει.
 
καὶ τὸ μὲν ἐς λοφιὴν τετραμμένον ἄχρι παρʼ αὐτὴν
 
δύνει, ἀτὰρ Κηφεὺς κεφαλῇ καὶ χειρὶ καὶ ὤμῳ.
 
Καμπαὶ δʼ ἄν Ποταμοῖο καὶ αὐτίκʼ ἐπερχομένοιο
 
σκορπίου ἐμπίπτοιεν ἐϋρρόου ὠκεανοῖο· 635
 
ὃς καὶ ἐπερχόμενος φοβέει μέγαν Ὠρίωνα.
 
Ἄρτεμις ἱλήκοι· προτέρων λόγος, οἵ μιν ἔφαντο
 
ἑλκῆσαι πέπλοιο, Χίῳ ὅτε θηρία πάντα
 
καρτερὸς Ὠρίων στιβαρῇ ἐπέκοπτε κορύνῃ,
← Önceki Metin · 32 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme