Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
μείων ἠμάτιος, τὸ δʼ ἐπὶ πλέον ἔννυχος ἤδη. 580
 
τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην
 
Ὠκεανὸς δέχεται· ὁ δʼ ἐπὴν φάεος κορέσηται,
 
βουλυτῷ ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης,
 
ἦμος ὅτʼ ἠελίοιο κατερχομένοιο δύηται.
 
κεῖναί οἱ καὶ νύκτες ἐπʼ ὀψὲ δύοντι λέγονται. 585
 
ὣς οἱ μὲν δύνουσιν, ὁ δʼ ἀντίος, οὐδὲν ἀεικής,
 
ἀλλʼ εὖ μὲν ζώνῃ, εὖ δʼ ἀμφοτέροισι φαεινὸς
 
ὤμοις Ὠρίων, ξίφεός γε μὲν ἶφι πεποιθώς,
 
πάντα φέρων Ποταμόν, κέραος παρατείνεται ἄλλου.
 
ἐρχομένῳ δὲ Λέοντι τὰ μὲν κατὰ πάντα φέρονται 590
 
καρκίνῳ ὅσσʼ ἐδύοντο, καὶ Αἰετός. αὐτὰρ ὅ γε Γνὺξ
 
ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γόνυ καὶ πόσα λαιὸν
 
οὔπω κυμαίνοντος ὑποστρέφει ὠκεανοῖο.
 
ἀντέλλει δʼ Ὕδρης κεφαλὴ χαροπός τε Λαγωὸς
 
καὶ Προκύων πρότεροί τε πόδες Κυνὸς αἰθομένοιο. 595
 
οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει
 
παρθένος ἀντέλλουσα. Λύρη τότε Κυλληναίη
 
καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀϊστός·
 
σὺν τοῖς Ὄρνιθος πρώτα πτερὰ μέσφα παρʼ αὐτὴν
← Önceki Metin · 30 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme