Metin
τῶν ὁ μὲν ἐγγύθεν ἐστὶ κατερχομένου βορέαο.
480
ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται,
ἐν δέ τε γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο,
λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπʼ αὐτῷ
Περσέος, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν
δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται,
485
ἀσσότερον βορέαο, νότῳ δʼ ἐπικέκλιται ἀγκών·
ὁπλαὶ δʼ Ἵππειοι, καὶ ὑπαύχενον Ὀρνίθειον
ἄκρῃ σὺν κεφαλῇ, καλοί τʼ Ὀφιούχεοι ὦμοι,
αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον·
ἡ δʼ ὀλίγον φέρεται νοτιωτέρη, οὐδʼ ἐπιβάλλει,
490
παρθένος· ἀλλὰ Λέων καὶ Καρκίνος· οἱ μέν ἄρʼ ἄμφω
ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος
τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παρʼ αἰδῶ
τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου
καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις
495
ὀρθόν, ἵνʼ ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.
τοῦ μέν, ὅσον τε μάλιστα, διʼ ὀκτὼ μετρηθέντος,
πέντε μὲν ἔνδια στρέφεται καθʼ ὑκέρτερα γαίης,
τὰ τρία δʼ ἐν περάτῃ· θέρεος δέ οἱ ἐν τροπαί εἰσιν.