Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ἀντία δινωτοῖο Θυτηρίου, ἐν δέ οἱ ἀπρὶξ 440
 
ἄλλο μάλʼ ἐσφήκωται ἐληλάμενον διὰ χειρὸς
 
θηρίον· ὣς γάρ μιν πρότεροι ἐπεφημίξαντο.
 
ἀλλʼ ἔτι γάρ τε καὶ ἄλλο περαιόθεν ἕλκεται ἄστρον·
 
ὕδρην μιν καλέουσι, τὸ δὲ ζώοντι ἐοικὸς
 
ἠνεκὲς εἰλεῖται· καί οἱ κεφαλὴ ὑπὸ μέσσον 445
 
καρκίνον ἱκνεῖται, σπείρη δʼ ὑπὸ σῶμα Λέοντος,
 
οὐρὴ δὲ κρέμαται ὑπὲρ αὐτοῦ Κενταύροιο.
 
μέσσῃ δὲ σπείρῃ κρητὴρ, πυμάτῃ δʼ ἐπίκειται
 
εἴδωλον κόρακος σπείρην κόπτοντι ἐοικός.
 
καὶ μὴν καὶ προκύων Διδύμοις ὕπο καλὰ φαείνει. 450
 
ταῦτά κε θηήσαιο παρερχομένων ἐνιαυτῶν
 
ἑξείης παλίνωρα· τὰ γὰρ καὶ πάντα μάλʼ αὕτως
 
οὐρανῷ εὖ ἐνάρηρεν ἀγάλματα νυκτὸς ἰούσης.
 
οἱ δʼ ἐπιμὶξ ἄλλοι πέντʼ ἀστέρες, οὐδὲν ὁμοῖοι,
 
παντόθεν εἰδώλων δυοκαίδεκα δινεύονται. 455
 
οὐκ ἂν ἔτʼ εἰς ἄλλους ὁρόων ἐπιτεκμήραιο
 
κείνους ἧχι κέονται· ἐπεὶ πάντες μετανάσται,
 
μακροὶ δέ σφεων εἰσὶν ἑλισσομένων ἐνιαυτοί,
 
μακρὰ δὲ σήματα κεῖται ἀπόπροθεν εἰς ἓν ἰόντων.
← Önceki Metin · 23 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme