Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
ἀστέρας, ὄφρʼ ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος 380
 
εἴδεα σημαίνοιεν. ἄφαρ δʼ ὀνομαστὰ γένοντο
 
ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ.
 
ἀλλʼ οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισιν
 
φαίνονται· τὰ δʼ ἔνερθε διωκομένοιο Λαγωοῦ
 
πάντα μάλʼ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται. 385
 
νειόθι δʼ Αἰγοκερῆος, ὑπὸ πνοιῇσι νότοιο,
 
ἰχθὺς ἐς Κῆτος τετραμμένος αἰωρεῖται
 
οἶος ἀπὸ προτέρων, νοτιον δέ ἑ κικλήσκουσιν.
 
ἄλλοι δέ, σποράδην ὑποκείμενοι Ὑδροχοῆϊ,
 
κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονται 390
 
μέσσοι νωχελέες καὶ ἀνώνυμοι· ἐγγύθι δέ σφεων,
 
δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο,
 
οἵη τίς τʼ ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθα
 
σκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται.
 
ἐν δέ σφιν δύο μᾶλλον ἐειδόμενοι φορέονται 395
 
ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλʼ ἐγγύς·
 
εἷς μὲν ὑπʼ ἀμφοτέροισι ποσὶν καλός τε μέγας τε
 
Ὑδροχόου, ὁ δὲ κυανέου ὑπὸ Κήτεος οὐρῇ.
 
τοὺς πάντας καλέουσιν ὕδωρ. ὀλίγοι γε μὲν ἄλλοι
← Önceki Metin · 20 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme