Thesauros Literature didactic Φαινόμενα

Φαινόμενα

Φαινόμενα Aratus Solensis
Bölümler
Metin 1–1154

Metin

 
Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα τείνων, 280
 
λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου.
 
τὸν δὲ μετασκαίροντα δύʼ Ἰχθύες ἀμφινέμονται
 
ἵππον· πὰρ δʼ ἄρα οἱ κεφαλῇ χεὶρ Ὑδροχόοιο
 
δεξιτερὴ τετάνυσθʼ· ὁ δʼ ὀπίστερος Αἰγοκερῆος
 
τέλλεται. αὐτὰρ ὅ γε πρότερος καὶ νειόθι μᾶλλον 285
 
κέκλιται αἰγόκερως, ἵνα τε τρέπετʼ ἠελίου ἴς.
 
μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ
 
πεπταμένῳ πελάγει κεχρημένος. οὔτε κεν ἠοῖ
 
πολλὴν πειρήνειας, ἐπεὶ ταχινώταταί εἰσιν·
 
οὔτʼ ἄν τοι νυκτὸς πεφοβημένῳ ἐγγύθεν ἠὼς 290
 
ἔλθοι καὶ μάλα πολλὰ βοωμένῳ. οἱ δʼ ἀλεγεινοὶ
 
τῆμος ἐπιρρήσσουσι νότοι, ὁπότʼ Αἰγοκερῆϊ
 
συμφέρετʼ ἠέλιος· τότε δέ κρύος ἐκ Διός ἐστιν
 
ναύτῃ μαλκιόωντι κακώτερον. ἀλλὰ καὶ ἔμπης
 
ἤδη πάντʼ ἐνιαυτὸν ὑπὸ στείρῃσι θάλασσα 295
 
πορφύρει· ἴκελοι δὲ κολυμβίσιν αἰθυίῃσιν
 
πολλάκις ἐκ νηῶν πέλαγος περιπαπταίνοντες
 
ἥμεθʼ ἐπʼ αἰγιαλοὺς τετραμμένοι· οἱ δʼ ἔτι πόρσω
 
κλύζονται· ὀλίγον δὲ διὰ ξύλον Ἄϊδʼ ἐρύκει.
← Önceki Metin · 15 / 58 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme