Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
πρὸς βόλον ἰθύνουσι θοαῖς ἀκάτοισι φέροντες
 
λαμπομένας δαΐδας· τοὶ δὲ τρείουσιν ἰδόντες
 
ἔλλοπες, οὐδὲ μένουσιν ἑλισσομένην ἀμαρυγήν·
 
ὣς καὶ θῆρες ἄνακτες ἐπιμύουσιν ὀπωπάς.
 
καὶ τότε δειδιότες κτύπον ἀνδρῶν καὶ φλόγα πυρσῶν 145
 
αὐτόματοι πλεκτῇσι λίνων λαγόνεσσι πέλασσαν.
 
ἔστι δέ τις θήρης τρίτατος νόμος Αἰθιοπήων
 
ἀκάματος, μέγα θαῦμα· τὸ δʼ ἀνέρες ἀλκήεντες
 
Αἴθοπες ἠνορέῃ πίσυνοι πίσυρες τελέουσι.τελέθουσι MSS.
 
πλεκτὰ σάκη τεύχουσιν ἐϋστρέπτοισι λύγοισι 150
 
καρτερὰ καὶ πλευρῇσι περίδρομα, κὰδ δὲ βοείας
 
ἀζαλέας τανύουσιν ἐπʼ ἀσπίσιν ὀμφαλοέσσαις
 
ἄλκαρ ἔμεν τʼ ὀνύχων βριαρῶν γενύων τε δαφοινῶν·
 
αὐτοὶ δʼ οἰὸς ἄωτα πρόπαν δέμας ἀμφιέσαντο,
 
σφιγξάμενοι καθύπερθεν ἐπασσυτέροις τελαμῶσι· 155
 
καὶ κόρυθες κρύπτουσι καρήατα· μοῦνα δʼ ἀθρήσαις
 
χείλεά τε ῥῖνάς τε καὶ ὄμματα μαρμαίροντα.
 
ἄντα δὲ θηρὸς ἴασιν ἀολλέες,ἀολλέες: vv. ll. ἄμ’ ὁρμαῖς, ἅμα ῥώμαις. εὐκελάδοισι
 
μάστιξιν θαμινῇσι διʼ ἠέρος αἰθύσσοντες·
 
αὐτὰρ ὅ γε σπήλυγγος ὑπεκπροθορὼν ἀλίαστος 160
← Önceki Kitap 4 · 8 / 23 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme