Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
ἄρκυας ἀσσυτέροις ἐπιδειμάμενοι σταλίκεσσι·
 
τόσσον δʼ αὖθʼ ἑκάτερθεν ἐπιπρονένευκε κεραίη,
 
ὅσσον ἐπημύει κέρας ἀρτιτόκοιο σελήνης.
 
τρισσοὶ δʼ αὖ λοχόωσι λίνων ἔπι θηρητῆρες,
 
εἷς μέσατος, δοιοὶ δʼ ἄρʼ ἐπʼ ἀκροτάτοισι κορύμβοις, 125
 
ὁππόσον ἐκ μεσάτοιο γεγωνότος ἀμφοτέροισιν
 
εἰσαΐειν ἑκάτερθε διπλῶν ἀκρόπτερα φωτῶν.
 
οἱ δʼ ἄλλοι στήσαντο νόμῳ πολέμοιο δαφοινοῦ,
 
φρυκτοὺς αὐσταλέους πυριλαμπέας ἀμφὶς ἔχοντες·
 
ἀνδρῶν δʼ αὐτὸς ἕκαστος ἔχει σάκος ἐν χερὶ λαιῇ, 130
 
ἁ̓σπίδος ἐν πατάγῳ θηρσὶν μέγα δεῖμα δαφοινοῖς·
 
δεξιτερῇ δὲ φέρει πεύκης ἄπο δαιόμενον πῦρ·
 
ἔξοχα γὰρ δείδοικε πυρὸς μένος ἠΰκομος λῖς,
 
οὐδʼ ἐσιδεῖν τέτληκεν ἀταρμύκτοισιν ὀπωπαῖς.
 
οἱ δʼ ὁπότʼ ἀθρήσωσι λεόντων ἄλκιμον ἦτορ, 135
 
πάντες ὁμῶς ἱππῆες ἐπέσσυθεν, ἀμφὶ δὲ πεζοὶ
 
ἕσπονται παταγεῦντες, ἀϋτὴ δʼ αἰθέρʼ ἱκάνει.
 
θῆρες δʼ οὐ μίμνουσιν, ἐπιστροφάδην δὲ νέονται
 
θυμὸν ὀδὰξ πρίοντες, ἀμυνέμεν οὐκ ἐθέλοντες.
 
ὡς δʼ ἰχθῦς ἀνὰ νύκτα δολόφρονες ἀσπαλιῆες 140
← Önceki Kitap 4 · 7 / 23 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme