Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
ὡς ἐπὶ βυσσὸν ἵκανεν ἀνωΐστοιο βερέθρου·
 
παντόσε δινεῖται δὲ παλίσσυτος αἰὲν ὀρούων,
 
ὁπποῖος περὶ νύσσαν ἀεθλοφόρος θοὸς ἵππος,
 
ἀγχόμενος παλάμῃσι καὶ ἡνιόχοιο χαλινῷ.
 
οἱ δʼ ἄρʼ ἀπὸ σκοπιῆς τηλαυγέος ἀθρήσαντες 105
 
ἀγρευτῆρες ὄρουσαν, ἐριτμήτοισι δʼ ἱμᾶσι
 
δησάμενοι καθιᾶσιν ἐΰστροφα τυκτὰ μέλαθρα,
 
ὀπταλέον κἀκεῖσε δόλον κρύψαντες ἐδωδῆς·
 
αὐτὰρ ὅ γʼ ἐκ βόθροιο δοκεύμενος αὐτίκʼ ἀλύξειν
 
ἔνθὁ??ʼε καγχαλόων· παρὰ δʼ οὐκέτι νόστος ἕτοιμος· 110
 
ὧδε μὲν ἀμφὶ χυτὴν Λιβύων πολυδίψιον αἶαν.
 
αὐτὰρ ἐϋρρείταο παρʼ ὄχθαις Εὐφρήταο
 
ἵππους μὲν χαροποὺς μεγαλήτορας ἀρτύνονται
 
θήρειον ποτὶ μῶλον· ἐπεὶ χαροποὶ γεγάασι
 
κραιπνότατοι θείειν καὶ ἀναιδέες ἶφι μάχεσθαι 115
 
καὶ μοῦνοι τετλᾶσι λεόντων ἀντία βρυχήν·
 
οἱ δʼ ἄλλοι τρειουσι καὶ ἀγκλίνουσιν ὀπωπάς,
 
δειμαίνοντες ἄνακτος ἑοῦ πυριλαμπέα κανθόν,
 
ὣς ἐφάμην καὶ πρόσθεν ἐν ἱππαλέοισιν ἀοιδαῖς.
 
πεζοὶ δʼ ἐκτανύσαντο λίνοιο περίδρομον ἕρκος, 120
← Önceki Kitap 4 · 6 / 23 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme