Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
πειθόμενοι τανύσαντο λινοπτερύγων ὅπλα νηῶν·
 
ὧδε καὶ ἐν τραφερῇ κέλομαι θηρήτορας ἄνδρας
 
παπταίνειν ἑκάτερθεν ἐπιπνείοντας ἀήτας,
 
ὄφρα λινοστατέωσι βοηλατέωσίv. l. βροχηλατέωσι. τε πάντῃ
 
αὔραις ἀντιάσαντες· ἐπεὶ μάλα θήρεσι πᾶσιν 65
 
ὀξύταται ῥινῶν ὀσφρήσιες· εἰ δὲ φράσαιντο
 
ἢ σταλίκων ὀδμὴν ἢ πεπταμένοιο λίνοιο,
 
ἔμπαλιν ἰθύνουσιν, ἐπιστροφάδην δὲ φέβονται
 
αὐτοῖς ἄντα βροτοῖσι, πόνον δʼ ἅλιον θέσαν ἄγρης.
 
τῷ μοι παπταίνοιεν ἐπαιγίζοντας ἀήτας 70
 
θηροφόνοι, στάλικάς τε λινοστασίην τʼ ἐφέποιεν
 
ἀντιπέρην ἀνέμοιο βολῆς· ὄπιθεν δʼ ἐλάοιεν
 
ἐς Νότον αἰθρήεντος ἐγειρομένου Βορέαο·
 
ἐς δὲ Βορῆν σαλαγεῦντος ἐπὶ δροσεροῖο Νότοιο·
 
Εὔρου δʼ ἱσταμένοιο θέειν Ζεφυρίτισιν αὔραις· 75
 
κινυμένου Ζεφύρου δὲ θοῶς εἰς Εὖρον ἐλαύνειν.
 
ἀλλὰ σύ μοι πρώτιστα λεόντων ἔξοχον ἄγρην
 
ἐν θυμῷ βάλλοιο καὶ ἀνδρῶν ἄλκιμον ἦτορ.
 
χῶρον μὲν πρώτιστον ἐπεφράσσαντο κιόντες,
 
ἔνθα περὶ σπήλυγγας ἐρίβρομος ἠΰκομος λῖς 80
← Önceki Kitap 4 · 4 / 23 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme