Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
κεκριμένας φράσομεν θήρας ἐπὶ θηρσὶν ἑκάστοις·
 
ξυνὰ δέ θʼ ὅσσα πέλουσιν, ὁμοίης ἔλλαχεν ᾠδῆς.
 
ξυνὰ θηροσύναι τε λίνων ξυναί τε ποδάγραι·
 
ξυνὰ δέ τʼ ἀνθρώποισι ποδωκέα πάντα γένεθλα
 
ἵπποις ἠδὲ κύνεσσι διωκέμεν· ἄλλοτε δʼ αὖτε 45
 
καὶ μούνοις ἵπποισι κυνῶν ἄτερ ἰθὺς ἐλαύνειν·
 
ἵπποισιν κείνοισιν, ὅσοι περὶ Μαυρίδα γαῖαν
 
φέρβοντʼ, ἢ Λιβύεσσιν· ὅσοι μὴ κάρτεϊ χειρῶν
 
ἄγχονται ψαλίοισι βιαζομένοιο χαλινοῦ,
 
πείθονται δὲ λύγοισιν, ὅπη βροτὸς ἡγεμονεύει. 50
 
τοὔνεκεν ἱππελάται κείνων ἐπιβήτορες ἵππων
 
ἠδὲ κύνας λείπουσι φίλους πίσυνοί τʼ ἐλόωσιν
 
ἵπποις ἠελίου τε βολῇ καὶ νόσφιν ἀρωγῶν.
 
ξυνὸν ἀκοντίζειν δὲ καὶ ἀντία τοξάζεσθαι
 
θῆρας ἀρειοτέρους, τοί τʼ ἀνδράσιν ἶφι μάχονται. 55
 
ἐς δὲ λίνον χρειὼ στέλλειν οἰήϊα θήρης,
 
καὶ πνοιὴν ἀνέμου φεύγειν ἄνεμόν τε δοκεύειν.
 
οἷα δὲ ποντοπόρων ἀκάτων ἐπιβήτορες ἄνδρες
 
ἑζόμενοι πρύμνῃσι, νεῶν ἐφέποντες ὀχῆας,
 
ἠέρα παπταίνουσι καὶ ἀργεστῇσι Νότοισι 60
← Önceki Kitap 4 · 3 / 23 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme