Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
τυτθὸν ὑποσταίη, λαγόνων δʼ ἀπὸ μήδεα χεύῃ·
 
δόρκοι γὰρ περίαλλα δρόμοις ἐνὶ μεσσατίοισι
 
κυστίδα κυμαίνουσιν, ἀναγκαίοισιν ὑπʼ ὄμβροις
 
βριθόμενοι λαγόνας, ποτὶ δʼ ἰσχίον ὀκλάζουσιν·
 
ἢν δʼ ὀλίγον πνεύσωσι πολυσφαράγων ἀπὸ λαιμῶν, 445
 
πολλὸν ἀρειότεροι λαιψηρότεροί τε φέβονται,
 
γούνασιν εὐφόρτοισι καὶ ἔγκασι κουφοτέροισι.
 
κερδὼ δʼ οὔτε λόχοισιν ἁλώσιμος οὔτε βρόχοισιν
 
οὔτε λίνοις· δεινὴ γὰρ ἐπιφροσύνῃσι νοῆσαι,
 
δεινὴ δʼ αὖτε κάλωα ταμεῖν, ὑπὸ δʼ ἅμματα λῦσαι, 450
 
καὶ πυκινοῖσι δόλοισιν ὀλισθῆσαι θανάτοιο.
 
ἀλλὰ κύνες μιν ἄειραν ἀολλέες· οὐδʼ ἄρʼ ἐκεῖνοι
 
καὶ κρατεροί περ ἐόντες ἀναιμωτὶ δαμάσαντο.
← Önceki Kitap 4 · 23 / 23

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme