Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 4

 
λάπτουσιν Διόνυσον, ἐπʼ ἀλλήλῃσι δὲ πᾶσαι
 
σκιρτεῦσιν μὲν πρῶτα χοροιτυπέουσιν ὁμοῖαι,
 
εἶτα δέμας βαρύθουσι, προσώπατα δʼ ἐς χθόνα δῖαν
 
ἠρέμα νευστάζουσι κάτω· μετέπειτα δὲ πάσας
 
κῶμα βιησάμενον χαμάδις βάλεν ἄλλυδις ἄλλην. 345
 
ὡς δʼ ὁπότʼ εἰλαπίνῃσιν ἀφυσσάμενοι κρητήρων
 
ἥλικες εἰσέτι παῖδες, ἔτι χνοάοντες ἰούλους,
 
λαρὸν ἀείδωσι, προκαλιζόμενοι μετὰ δεῖπνον
 
ἀλλήλους ἑκάτερθεν ἀμοιβαδίοισι κυπέλλοις,
 
ὀψὲ δʼ ἐλώφησαν· τοὺς δʼ ἔρριφεν ἄλλον ἐπʼ ἄλλῳ 350
 
καὶ φρεσὶ καὶ βλεφάροισιν ἐπιβρῖσαν μένος οἴνου·
 
ὣς κεῖναι μάλα θῆρες ἐπʼ ἀλλήλῃσι χυθεῖσαι
 
νόσφι πόνου κρατεροῖσινκρατεροῖο MSS.: corr. G. Hermann. ὑπʼ ἀγρευτῆρσι γένοντο.
 
Ἄρκτοισιν δὲ πονεῦσι κλυτὴν περιώσιον ἄγρην
 
Τίγριν ὅσοι ναίουσι καὶ Ἀρμενίην κλυτότοξον. 355
 
πουλὺς ὄχλος βαίνουσι τανύσκια βένθεα δρυμῶν,
 
ἴδριες αὐτολύτοιςαὐτολύτοις Schneider: αὐτολύγοις MSS. vulg.: αὖτ’ ὀλίγοι Tüselmann coll. Paraphr. p. 42. 30 βραχεῖς δὲ αὐτῶν· αὗτ’ ὀλίγοις A2KLM. σὺν ἐϋρίνεσσι κύνεσσιν,
 
ἴχνια μαστεύσοντʼμαστεύσοντ’] dual for plural. ὀλοῶν πουλύπλαναπολυπλανέα MSS.: corr. Schneider. θηρῶν.
 
ἀλλʼ ὁπότʼ ἀθρήσωσι κύνες σημήϊα ταρσῶν,
 
ἕσπονται στιβέας τε ποδηγετέουσιν ὁμαρτῇ, 360
← Önceki Kitap 4 · 18 / 23 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme