Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
ὀξὺ μὲν ἔκλαγεν αἶψα καὶ ἄνθορεν ὀξὺ λακοῦσα,
 
αὐχένα δʼ ὑψόσʼ ἄειρεν ἐς ἠέρα γυρώσασα
 
καὶ πάσαις ἑκάτερθε θοῶς ἔφριξεν ἐθείραις
 
καὶ πτερὰ πάντα χάλασσε ποτὶ χθόνα· τοὶ δʼ ἄρα δειλοὶ
 
τεῖχος ὑπʼ εὐπτέρυγον πρυλέες τρύζουσι νεοσσοί· 125
 
ἡ δὲ καὶ ἂψ ἐφόβησε καὶ ἤλασεν ὄρνιν ἀναιδῆ,
 
εἰρυμένη φίλα τέκνα, τά τʼ εἰσέτι νήπια φέρβει,
 
ἄπτερα λυσιτόκωνvv. ll. λυσικόμων, λυσιτόμων. θαλάμωνπτερύγων suprascr. G. ἀπολύμενα δεσμοῦ.
 
ὣς δὲ καὶ ἐν θήρεσσιν ἐρίβρυχοί τε λέαιναι
 
πορδάλιές τε θοαὶ καὶ τίγριδες αἰολόνωντοι 130
 
παισὶ πέρι προβεβᾶσι καὶ ἀγρευτῆρσι μάχονται
 
καί τε περὶ σφετέρων τεκέων τετλᾶσι δαμῆναι,
 
ἀντίον αἰχμητῇσι συνιστάμεναι μερόπεσσιν·
 
οὐδέ ποτʼ ἐρρίγασιν ἑῆς ἐν ἀγῶνι γενέθλης
 
οὐ πληθὺν ἐπιοῦσαν ἀκοντοβόλων αἰζηῶν, 135
 
οὐ χαλκὸν σελαγεῦντα καὶ ἀστράπτοντα σίδηρον,
 
οὐδὲ βολὰς βελέων τε θοὰς μυλάκων τε θαμειάς,
 
σπεύδουσιν δʼ ἢ πρόσθε θανεῖν ἦ τέκνα σαῶσαι.
 
ἄρκτοι δʼ ἀγριάδες, φόνιον γένος, αἰολόβουλον,
 
λάχνην μὲν πυκινὴν δυσπαίπαλον ἀμφιέσαντο, 140
← Önceki Kitap 3 · 7 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme