Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
Βάκτριον οἷα δὲ φῦλον ἔχουσιν ἀπόστροφα λέκτρα·
 
τίκτει δʼ ἄπλετον ᾠόν, ὅσον χαδέειν τόσον ὄρνιν,
 
κυκλόσε λαϊνέοις θωρησσόμενον κελύφεσσι.
 
πτῶκας ἀείδωμεν, θήρης ἐρίδωπον ὀπώρην.
 
σῶμα πέλει τυτθόν, λάσιον, δολιχώτατον οὖας, 505
 
βαιὸν ὕπερθε κάρη, βαιοὶ πόδες, οὐκ ἴσα κῶλα·
 
χροιὴν δʼ ἀμφιέσαντʼ ἀνομοίϊον· οἱ μὲν ἔασι
 
κυάνεοι δνοφεροί τε μελάμβωλον κατʼ ἄρουραν,
 
ξανθοὶ δʼ αὖθʼ ἕτεροι πεδίων ἐπὶ μιλτοπαρῄων·
 
αὐτὰρ ἐρίγληνοι χαροπὸν στράπτουσιν ὀπωπαὶ 510
 
κανθὸν ἀγρυπνίῃ κεκορυθμένον· οὔποτε γὰρ δὴ
 
ὕπνον ἐπὶ βλεφάροισιν ἀποβρίξαντες ἕλοντο,
 
δειδιότες θηρῶν τε βίην μερόπων τε θοὸν κῆρ·
 
νυκτὶ δέ τʼ ἐγρήσσουσι καὶ ἐς φιλότητα μέλονται·
 
νωλεμὲς ἱμείρουσι γάμων, ἔτι δʼ ἔγκυοι οὖσαιἐγγὺς ἐοῦσαι MSS.: corr. Turnebus. 515
 
οὔποτʼ ἀναίνονται πόσιος πολύθουρον ἐρωήν,
 
οὐδʼ ὅτε γαστρὶ φέρωσι πολύσπορον ὠκὺν ὀϊστόν·
 
ἔξοχα γὰρ τόδε φῦλον, ὅσʼ ἄπλετος ἔτραφεν αἶα,
 
πουλυγόνον τελέθει· τὸ μὲν ἄρ ποθι νηδύος ἐκτὸς
 
ἔμβρυον ἐκθρώσκει τετελεσμένον, ἄλλο δʼ ἔσωθεν 520
← Önceki Kitap 3 · 26 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme