Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
ἔννεπέ μοι κἀκεῖνα, πολύθροε Μοῦσα λιγεῖα,
 
μικτὰ φύσιν θηρῶν, διχόθεν κεκερασμένα, φῦλα,
 
πόρδαλιν αἰολόνωτον ὁμοῦ ξυνήν τε κάμηλον.
 
Ζεῦ πάτερ, ὅσσα νόησας, ὅσʼ εἴδεα νῶϊ φύτευσας,
 
ὅσσα βροτῖσιν ὄπασσας, ὅσʼ εἰναλίοις νεπόδεσσιν. 465
 
ὅς τόδʼ ἐμήσαο πάγχυ καμήλων αἰόλον εἶδος,
 
ἀμφιέσας ῥινοῖσιν ἀναιδέσι πορδαλέοισι
 
φαίδιμον, ἱμερόεν, τιθασὸν γένος ἀνθρώποισι.
 
δειρή οἱ ταναή, στικτὸν δέμας, οὔατα βαιά,
 
ψιλὸν ὕπερθε κάρη, δολιχοὶ πόδες, εὐρέα ταρσά, 470
 
κώλων δʼ οὐκ ἴσα μέτρα, πόδες τʼ οὐ πάμπαν ὁμοῖοι,
 
ἀλλʼ οἱ πρόσθεν ἔασιν ἀρείονες, ὑστάτιοι δὲ
 
πολλὸν ὀλιζότεροι, κατά τʼ ὀκλάζουσιν ὁμοῖοι.
 
ἐκ δὲ μέσης κεφαλῆς δίδυμον κέρας ἰθὺς ὀρούει,
 
οὔ τι κέρας κερόεν, παρὰ δʼ οὔατα μεσσόθι κόρσης 475
 
ἀβληχραὶ κροτάφοισιν ἐπαντέλλουσι κεραῖαι·
 
ἄρκιον, ὡς ἐλάφοιο, τέρεν στόμα, λεπταλέοι τε
 
ἐντὸς ἐρηρέδαται γαλακόχροεςγαλακόχροες Editor coll. Callim. Hec. I. 4. 3: γαλακτόχροες (γαλοκτ- DE) MSS. ἀμφὶς ὀδόντες·
 
αἴγλην παμφανόωσαν ἀπαστράπτουσιν ὀπωπαί.
 
οὐρὴ δʼ αὖτʼ ἐλαχεῖα, θοαῖς ἅτε δορκαλίδεσσιν, 480
← Önceki Kitap 3 · 24 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme