Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
φεύγει τʼ ἐμμενέως καὶ ἀλευόμενος πολεμίζει.
 
δηθάκις ἔκτεινεν κύνα κάρχαρον· ὧδέ κε φαίης
 
αἰζηὸν τόξων δεδαηκότα τοξεύεσθαι.
 
τοὔνεκεν ὁππότε μιν θηρήτορες ὠπήσωνται,
 
οὔτι κύνας μεθιᾶσι, δόλον δʼ ἐπετεκτήναντο, 405
 
τὸν μετέπειτʼ ἐρέω, θηρῶν φόνον ὁππότʼ ἀείδω.
 
ἰχνεύμων βαιὸς μέν, ἀτὰρ μεγάλοισιν ὁμοίως
 
μέλπεσθαι θήρεσσι πανάξιος εἵνεκα βουλῆς
 
ἀλκῆς τε κρατερῆς ὑπὸ νηπεδανοῖσι μέλεσσιν.
 
ἦ γάρ τοι κέρδεσσι κατέκτανε διπλόα φῦλα, 410
 
ἑρπηστῆραςἑρπυστῆρας KM.ὄφεις καὶ ἀργαλέους κροκοδείλους,
 
κείνους Νειλῴους, φόνιον γένος· ὁππότε γάρ τις
 
θηρῶν λευγαλέων εὕδῃ τρίστοιχα πετάσσας
 
χείλεα καὶ χάος εὐρὺ καὶ ἄσπετον αἰόλον ἕρκος,
 
δή ῥα τότʼ ἰχνεύμων δολίην ἐπὶ μῆτιν ὑφαίνων 415
 
λοξοῖς ὀφθαλμοῖσιν ἀπείρονα θῆρα δοκεύει,
 
εἰσόκε τοι βαθὺν ὕπνον ἐπὶ φρεσὶ πιστώσηται·
 
αἶψα δʼ ἄρʼ ἐν ψαμάθοισι καὶ ἐν πηλοῖσιν ἐλυσθεὶς
 
ῥίμφʼ ἔθορεν, πυλεῶνα διαπτάμενος θανάτοιο
 
τολμηρῇ κραδίῃ, διὰ δʼ εὐρέος ἤλυθε λαιμοῦ. 420
← Önceki Kitap 3 · 21 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme