Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
σῆμα δʼ ἐφημερίοισιν ἀριφραδὲς ἐρρίζωται·
 
ὁππότε γὰρ πολύς ὄχλος ἐπήτριμος ἀγρευτήρων
 
σὺν κυσὶν εὐτόλμοισι ποτὶ χθόνα θῆρα βάλωνται,
 
αἰχμῇσιν δολιχῇσιν ἐπασσύτερον δαμάσαντες,
 
δὴ τότʼ ἀπʼ αὐχένος εἴ τις ἀειράμενος τρίχα λεπτὴν 385
 
θηρὸς ἔτʼ ἀσθμαίνοντος ἐνιχρίμψειεν ὀδόντι,
 
αἶψα μάλα σφαιρηδὸν ἀνέδραμεν αἰθομένη θρίξ.
 
καὶ δʼ αὐτοῖσι κύνεσσιν ἐπὶ πλευρῇς ἑκάτερθεν,
 
ἔνθα συὸς γενύων πέλασαν αἴθωνες ὀδόντες,
 
ἴχνια πυρσευθέντα διὰ ῥινοῖο τέτανται. 390
 
Ὑστρίγγων δʼ οὔπω τι πέλει κατὰ δάσκιον ὕλην
 
ῥίγιον εἰσιδέειν οὔτʼ ἀργαλεώτερον ἄλλο·
 
τῶν ἤτοι μέγεθος μὲν ὁποῖα λύκοισι δαφοινοῖς,
 
βαιόν, ὀλιζότερον, κρατερὸν δέμας, ἀμφὶ δὲ ῥινὸς
 
τρηχείαις λασίαισι πέριξ πέφρικεν ἐθείραις, 395
 
ὁπποίαις θωρήξατʼ ἐχίνων αἰόλα φῦλα.
 
ἀλλʼ ὅτε μιν σεύωσιν ἀρείονες ἔξοχα θῆρες,
 
δὴ τότʼ ἐμήσατο τοῖα· θοὰς ἔφριξεν ἐθείρας
 
καί τʼ ὀπίσω νώτοισιν ἀκαχμένον ὠκυπέτῃσιν
 
ἰθὺς ἀκοντίζει μαλερὸν βέλος· ἀμφότερον δὲ 400
← Önceki Kitap 3 · 20 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme