Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
τοὺς μέν νυν προχοῇσι πολυρραθάγου ποταμοῖο,
 
Τίρειἴστρω (ἴστρου) MSS.: corr. Brodaeus. ἐπʼ εὐρυρέοντι, κυήσατο τοξεύτειρα
 
Ἀρμενίη Πάρθων τε πολύσπορος εὔβοτος αἶα,
 
ξανθοκόμαι τελέθουσι καὶ οὐ τόσον ἀλκήεντες.
 
πάσσονα μὲν φορέουσι δέρην, μεγάλην δέ τε κόρσην, 25
 
ὄμματα δʼ αἰγλήεντα καὶ ὀφρύας ὕψι βαθείας,
 
ἀμφιλαφεῖς ἐπὶ ῥῖνα κατηφέας· ἐκ δʼ ἄρα δειρῆς
 
καὶ γενύων ἑκάτερθε θοαὶ κομόωσιν ἔθειραι.
 
τοὺς δὲ τρέφει μεγάδωρος Ἐρεμβῶν αὖθις ἄρουρα,
 
τὴν ἔθνη μερόπων εὐδαίμονα κικλήσκουσι, 30
 
δειραὶ κἀκείνοις καὶ στήθεα λαχνήεντα
 
καὶ πυρὸς ἀστράπτουσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί,
 
ἔξοχα δʼ ἐν πάντεσσιν ἀρίζηλοι τελέθουσιν·
 
ἀλλʼ ὀλίγον τούτων γένος ἔλλαχε μυρίος αἶα.
 
πουλὺς δʼ ἐν Λιβύῃ ἐριβώλακι διψάδι γαίῃ 35
 
ὄχλος ἐπιβρομέει βριαρῶν βρύχημα λεόντων,
 
οὐκέτι λαχνήεις, ὀλίγη δʼ ἐπιδέδρομεν αἴγλη·ἐπιδέδρομε λάχνη F.
 
σμερδαλέος δὲ πρόσωπα καὶ αὐχένα· πᾶσι δὲ γυίοις
 
ἦκα μέλαν κυάνοιο φέρει μεμορυγμένον ἄνθος·
 
ἀλκὴ δʼ ἐν μελέεσσιν ἀπείριτος ἠδὲ λεόντων 40
← Önceki Kitap 3 · 2 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme