Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
τῆς οὐ τερπνότερον φύσις ὤπασε τεχνήεσσα
 
ὀφθαλμοῖσιν ἰδεῖν θηρῶν μετὰ πουλὺν ὅμιλον.
 
τόσσον δʼ ἐν θήρεσσι μέγʼ ἔξοχος ἔπλετο τίγρις,
 
ὅσσον ἐν ἠερίοισι ταὼς καλὸς οἰωνοῖσι.
 
πάντα μιν ἀθρήσειας ὀρέσβιον οἶα λέαιναν, 345
 
νόσφι μόνου ῥινοῖο, τὸν αἰόλον ἐστεφάνωται,
 
δαίδαλα πορφύροντα καὶ ἄνθεσι μαρμαίροντα.
 
τοίην μὲν πυρόεσσαν ὑπὸ βλεφάροισιν ὀπωπαὶ
 
μαρμαρυγὴν στράπτουσιν· ἀτὰρ δέμας ἔπλετο τοῖον,
 
καρτερόν, εὔσαρκον· τοίη δολιχόσκιος οὐρή· 350
 
τοῖα περὶ στομάτεσσι προσώπατα· τοῖον ὕπερθε
 
νεύει ἐπισκύνιον· τοῖοι σελαγεῦσιν ὀδόντες.
 
ὠκυτέρη τελέθει δὲ θοῶν πανυπείροχα θηρῶν·
 
αὐτῷ γάρ τε θέειν ἰκέλη Ζεφύρῳ γενετῆρι·
 
οὔτι γε μὴν γενετῆρι· τίς ἂν τάδε πιστώσαιτο, 355
 
θῆρες ὅτι δμηθεῖεν ὑπʼ ἠέρι νυμφευτῆρι;
 
ἔπλετο γὰρ κείνη κενεὴ φάτις, ὡς τόδε φῦλον
 
θῆλυ πρόπαν τελέθει καὶ ἀδέμνιον ἄρσενός ἐστι·
 
δηθάκι γάρ κεν ἴδοις πολυανθέα καλὸν ἀκοίτην·
 
ῥεῖα γὰρ οὐκ ἂν ἕλοις· δὴ γάρ τε λιπὼν ἑά τέκνα 360
← Önceki Kitap 3 · 18 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme