Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
ἐμμενέως ἐτόρησε καὶ αἰχμήεντα σίδηρον.
 
καὶ κύνα Σείριον οἶδε καὶ ἀντέλλοντα φοβεῖται·
 
αὐτίκα δὴ ῥωχμὸν καταδύεται εὐρέος αἴης
 
ἠὲ κατὰ σπήλυγγος ἀφεγγέος, εἰσόκεν ἄζης
 
ἠέλιος παύσαιτο καὶ οὐλομένου κυνὸς ἀστήρ. 325
 
Ἄκμονες αὖ δοιοί, φόνιον γένος, αὐχένα βαιοί,
 
εὐρύτατοι νώτοισιν, ἀτὰρ λασιότριχε μηροὺς
 
καὶ πόδας ἠδὲ πρόσωπον ὀλίζονες, ὄμμασι βαιοί.
 
τῶν ὁ μὲν ἀργυρέοις νώτοις καὶ γαστέρι λευκῇ
 
παμφαίνει, δνοφερὸς δὲ μόνων ἄκρα νείατα ταρσῶν· 330
 
ὅν τινες ἰκτῖνον πολιότριχα φῶτες ἔλεξαν.
 
αὐτὰρ ὅ γε χροιῇσι μελαινομένῃσι πέφανται,
 
μείων μὲν προτέροιο, τὸ δὲ σθένος οὐκ ἐπιδευής.
 
θηρεύει δʼ ἔκπαγλον ἐπὶ πτώκεσσιν ὀρούων·
 
πᾶσαί τʼ ἐκ μελέων ὀρθαὶ φρίσσουσιν ἔθειραι. 335
 
Δηθάκι δʼ αὖτε λύκοι καὶ πορδαλίεσσι δαφοιναῖς
 
εἰς εὐνὴν ἐπέλασσαν, ὅθεν κρατερόφρονα φῦλα,
 
θῶες· ὁμοῦ δὲ φέρουσι διπλοῦν μεμορυγμένον ἄνθος,
 
μητέρα μὲν ῥινοῖσι, προσώποις δʼ αὖ γενετῆρα.
 
Τίγριδος αὖ μετέπειτα κλυτὸν δέμας ἀείδωμεν, 340
← Önceki Kitap 3 · 17 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme