Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
αἰὲν ἐπισσείων κεφαλὴν πυρόεν τε δεδορκώς.
 
ἄλλος δʼ αὖ μέγεθος μὲν ὑπέρτερος, ἅψεα δʼ αὖτε
 
μηκεδανός, πάντεσσι θοώτερος ὦκα λύκοισι·
 
τὸν μέροπες κίρκον τε καὶ ἅρπαγα κικλήσκουσι.
 
πολλῷ σὺν ῥοίζῳ δὲ μάλʼ ὄρθριος εἶσιν ἐπʼ ἄγρην 305
 
πρώτῃ ὑπʼ ἀμφιλύκῃ· ῥέα γάρ τʼ ἐπιδεύετʼ ἐδωδῆς·
 
χροιὴ δʼ ἀργυφέη σελαγεῖ πλευράς τε καὶ οὐρήν,
 
ναίει δʼ οὔρεα μακρά· τὰ δʼ ὁππότε χείματος ὥρῃ
 
ἐκ νεφέων προχυθεῖσα χιὼν κρυόεσσα καλύψῃ,
 
δὴ τότε καὶ πόλιος πέλας ἵκετο θὴρ ὀλοόφρων, 310
 
πᾶσαν ἀναιδείην ἐπιειμένος εἵνεκʼ ἐδωδῆς,
 
λάθρη τʼ ἐμπελάει μάλα τʼ ἤρεμος, εἰσόκεν ἄγρῃ
 
ἐγχρίμψῃ· τὴν δʼ αἶψα θοοῖς ὀνύχεσσιν ἔμαρψεν.
 
ἔστι δέ τις Ταύροιο νιφοβλήτους ὑπὲρ ἄκρας
 
ἐνδιάων Κίλικάς τε πάγους καὶ πρῶνας Ἀμανοῦ, 315
 
καλὸς ἰδεῖν, θήρεσσι πανέξοχος, ὅντε καλεῦσι
 
χρύσεον, ἀστράπτοντα περισσοκόμοισιν ἐθείραις,
 
οὐ λύκος, ἀλλὰ λύκου προφερέστατος αἰπύτατος θήρ,
 
χείλεσι χαλκείοισι τεθηγμένος, ἄσπετος ἀλκήν.
 
πολλάκι τοι καὶ χαλκὸν ἀτειρέα, πολλάκι λᾶαν 320
← Önceki Kitap 3 · 16 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme