Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 3

 
καί ῥʼ ὅτε νηπίαχον μητρὸς παρὰ ποσσὶ πέσῃσιν,
 
εἰ μὲν θῆλυ πέλει, ποθέει τέκος, ἠδʼ ἑκάτερθε
 
γλώσσῃ λιχμάζων φίλιον γόνον ἀμφαγαπάζει·
 
ἄρσενα δʼ εἴ μιν ἴδοι, τότε δὴ τότε θυμὸν ὀρίνει
 
λευγαλέῳ ζήλῳ μητέρι μαινόμενος θήρ· 205
 
ἐκ δʼ ἔθορεν μεμαὼς παιδὸς γενύεσσι ταμέσθαι
 
μήδεα, μὴ μετόπισθε νέον γένοςγένος Schneider: γέ μεν MSS. ἡβήσειεν.
 
ἡ δὲ λεχώ περ ἐοῦσα καὶ ἀσθενέουσα τόκοισι
 
παιδὶ λυγρῷ πολεμιζομένῳ μήτηρ ἐπαμύνει.
 
ὡς δʼ ὁπότʼ ἐν πολέμῳ πολυκήδεϊ μητέρος ἄντην 210
 
νηπίαχον κτείνωσιν ἀπηνέες αἰχμητῆρες,
 
αὐτήν τʼ αὖ ἐρύωσιν ἔτι σπαίροντι φόνοισιν
 
υἱέϊ πλεγνυμένην, στονόεν μέγα κωκύουσαν,
 
δρυπτομένην ἁπαλήν τε παρηΐδα, νέρθε τε μαζῶν
 
αἵματι δευομένην θερμῷ λιαρῷ τε γάλακτι· 215
 
ὣς καὶ θῆλυς ὄναγρος ἐφʼ υἱέϊ πάμπαν ἔοικεν
 
οἰκτρὰ κινυρομένῃ καὶ δύσμορα κωκυούσῃ.
 
φαίης κεν πανάποτμον, ἑὸν πάϊν ἀμφιβεβῶσαν,
 
μείλιχα μυθεῖσθαι καὶ λισσομένην ἀγορεύειν·
 
ἆνερ, ἄνερ, τί νυ σεῖο προσώπατα τρηχύνονται, 220
← Önceki Kitap 3 · 11 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme