Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
Βιστονίδος Θρῄκης· ἀτὰρ ἔλλαχον εἴδεα τοῖα·
 
φρικαλέην χαίτην μὲν ἐπωμαδὸν αἰθύσσουσιν
 
αὐχέσι πιαλέοισι καὶ ἀμφʼ ἀταλοῖσι γενείοις·
 
οἷά τε λαχνήεντες ἀριπρεπὲς εἶδος ἔχουσι
 
ξανθοκόμαι, βλοσυροί, θηρῶν μεδέοντε λέοντες· 165
 
ὀξεῖαι κεράων δὲ πυριγλώχινεςv. l. περιγλώχινες. ἀκωκαὶ
 
χαλκείοις γναμπτοῖσιν ἐπείκελοι ἀγκίστροισιν·
 
ἀλλʼ, οὐχ ὡς ἑτέροισιν, ἐναντίον ἀλλήλοισι
 
νεύουσι στυγερῶν κεράων ἐπικάρσιον αἰχμαί,αἰχμαί Boudr.: αἰχμήν MSS.
 
ὕπτια δʼ εἰσορόωντα πρὸς αἰθέρα φοίνια κέντρα. 170
 
τοὔνεκεν, ὁππότε δή τινʼ ἐπιχρίμψωσι κιχόντες
 
ἢ βροτὸν ἤ τινα θῆρα, μετήορον ἀείρουσι.
 
γλῶσσα δὲ τοῖς στεινὴ μὲν ἀτὰρ τρηχεῖα μάλιστα,
 
οἷα σιδηροβόροιο πέλει τέχνασμα σιδήρου·
 
γλώσσῃ δʼ αἱμάσσοντες ἀπὸ χρόα λιχμάζουσι. 175
 
ναὶ μὴν ὠκυπόδων ἐλάφων γένος ἔτραφεν αἶα
 
εὐκέραον, μεγαλωπόν, ἀριπρεπές, αἰολόνωτον,
 
στικτόν, ἀρίζηλον, ποταμηπόρον, ὑψικάρηνον,
 
πιαλέον νώτοις καὶ λεπταλέον κώλοισιν·
 
οὐτιδανὴ δειρὴ καὶ βαιοτάτη πάλιν οὐρή· 180
← Önceki Kitap 2 · 9 / 32 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme