Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
ἂν Σκυθίην Ἴστρος λέλακεν μέγα πάντοθε πάντῃ,
 
συρόμενος κρημνοῖσι καὶ ὑδατοπλήγεσινὑδατοπήγεσιν MSS.: corr. Guietus. ἄκραις·
 
τῇ δʼ αὖτʼ ἐκ Λιβύης ἱερὸν ῥόον Αἰγύπτοιο
 
ἀμφί ἑ ῥηγνύμενον τρομέει ταναηχέτα πόντος.
 
ὣς ποταμὸς κελάρυζε μέγας περὶ θῖνας Ὀρόντης 145
 
σμερδαλέον μύκημα· πελώρια δʼ ἴαχον ἀκταὶ
 
δεχνύμεναι κόλποισι νεήλυδος οἶδμα θαλάσσης·
 
γαῖα δʼ ἀνέπνευσεν μελανόχροος, οὐθατόεσσα,
 
κύματος ἐξαναδῦσα, νέον πέδον Ἡρακλῆος.
 
πάντῃ δʼ εἰσέτι νῦν σταχυηκομέουσιν ἄρουραι, 150
 
πάντῃ δʼ ἔργα βοῶν θαλερὰς βέβριθεν ἀλωὰς
 
Μεμνόνιον περὶ νηόν, ὅθʼ Ἀσσύριοι ναετῆρες
 
Μέμνονα κωκύουσι, κλυτὸν γόνον Ἠριγενείης,
 
ὅν ποτε Πριαμίδῃσιν ἀμυνέμεναι πελάσαντα
 
θαρσαλέος πόσις ὦκα δαμάσσατοv. l. παρέδραμε. Δηϊδαμείης. 155
 
ἀλλὰ τὰ μὲν κατὰ κόσμον ἀείσομεν εὐρέα κάλλη
 
πάτρης ἡμετέρης ἐρατῇ Πιμπληΐδι μολπῇ·
 
νῦν δὲ παλίντροπος εἶμι κλυτὴν θήρειον ἀοιδήν.
 
ἔστιν ἀμαιμάκετον φονίοις ταύροισι γένεθλον,
 
τοὺς καλέουσι Βίσωνας· ἐπεὶ πάτρης τελέθουσι 160
← Önceki Kitap 2 · 8 / 32 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme