Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
καὶ πόθεν, οὐκ ἐδάην, φράζω δʼ οὖνοὐχ most MSS.: corr. Brunck. ὡς δεδάηκα,
 
εἴτʼ οὖν ἐκ πέτρης ὀλοὸν τόδε φῦλον ἐπῆλθεν,
 
εἴτʼ αὐτόχθονές εἰσιν, ἐπαντέλλουσι δὲ γαίης,
 
εἴτε πρὸς ἀλλήλων, τέρας ἄγριον, ἐκφύονται
 
νόσφι πόθων καὶ νόσφι γάμων καὶ νόσφι τόκοιο. 565
 
ἤδη καὶ διεροῖσιν ἐν ὑγροπόροιο θαλάσσης
 
βένθεσιν αὐτόρρεκτα φύει καὶ ἀμήτορα φῦλα,
 
ὄστρεάὄστρεον BCDE: ὀστρέων FHM. τʼτʼ after ὄστρεα Schneider, om. MSS. ἠπεδαναί τʼ ἀφύαι κόχλων τε γένεθλα
 
ὄστρακά τε στρόμβοι τε, τά τε ψαμάθοισι φύονται.
 
Μοῦσα φίλη, βαιῶν οὔ μοι θέμις ἀμφὶς ἀείδειν· 570
 
οὐτιδανοὺς λίπε θῆρας, ὅσοις μὴ κάρτος ὀπηδεῖ,
 
πάνθηρας χαροποὺς ἠδʼ αἰλούρους κακοεργούς,
 
τοί τε κατοικιδίῃσιν ἐφωπλίσσαντο καλιαῖς,
 
καὶ τυτθοὺς ἀταλοὺς ὀλιγοδρανέας τε μυωξούς·
 
τοὶ δʼ ἤτοι σύμπασαν ἐπιμύουσι μένοντες 575
 
χειμερίην ὥρην, δέμας ὕπνοισιν μεθύοντες·
 
δύσμοροι, οὔτε βορὴν ἑλέειν, οὐ φέγγος ἰδέσθαι·
 
φωλειοῖσι δʼ ἑοῖς ὕπνον τοσσοῦτον ἔχουσιν,
 
ᾗς νέκυες κεῖνται, δυσχείμερον οἶτον ἑλόντες.
 
αὐτὰρ ἐπὴν ἔαρος πρῶται γελάσωσιν ὀπωπαί, 580
← Önceki Kitap 2 · 29 / 32 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme