Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
ῥεῖα γὰρ έν στέρνοισιν ὀλισθαίνουσιν ἀκωκαί·
 
πολλόν δʼ αἷμα κελαινὸν ἀπʼ ὠτειλῶν ἑκάτερθεν
 
ἐκχύμενον γλώσσῃσιν ἑὸν τάχα λιχμάζουσιν·
 
οὐδὲ μὲν ἐκφυγέειν οὐδʼ ἱεμένοισι πάρεστιν·
 
ἀλλήλους δʼ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισι. 485
 
καί κέ τις ἀγρονόμων ἤ βουκόλος ἤ τις ἀροτρεύς,
 
ἀμφιδύμοις νεκύεσσι παραὶ ποσὶν ἀντιβολήσας,
 
ἄγρην εὐάντητον ἔχει μεγαθαμβέϊ θυμῷ.
 
ἑξείης ἐνὶ θηρσὶ κερατοφόροισι γένεθλα
 
ἀείδειν ἐπέοικεν ἀπειρεσίων ἐλεφάντων· 490
 
κεῖνα γὰρ ἐν γενύεσσιν ὑπέρβια τεύχεα δοιά,
 
εἴκελα χαυλιόδουσιν ἐπʼ οὐρανὸν ἀντέλλοντα,
 
ἄλλοι μὲν πλήθους ὀλοοὺς ἐνέπουσιν ὀδόντας
 
πλαζόμενοι, νῶϊν δὲ κεράατα μυθήσασθαι
 
εὔαδεν· ὧδε γὰρ ἄμμι φύσις κεράων ἀγορεύει. 495
 
σήματα δʼ οὐκ ἀΐδηλα διακριδὰ τεκμήρασθαι·
 
θηρσὶ γὰρ ἐκφύσιες γενύων ἀπὸ τῶν ἐφύπερθεν
 
ὅσσαι μὲν κερόεσσαι ἀνωφερὲς ἀΐσσουσιν·
 
εἰ δὲ κάτω νεύοιεν, ἀτεχνῶς εἰσὶν ὀδόντες.
 
κείνοισιν δὲ διπλοῖς ἐλεφαντείοις κεράεσσι 500
← Önceki Kitap 2 · 25 / 32 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme