Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
τρηχυτάτῃ χαίτῃ δυσπαίπαλος, οὐκ ὀΐεσσι.
 
τοίην που καὶ σοῦβος ἔχει ξανθωπὸν ἰδέσθαι
 
χροιὴν μαρμαίρων, ἀτὰρ οὐκ ἔτι λαχνήεσσαν,
 
οὐδὲ πάλιν πισύρεσσιν ἀρηραμένην κεράεσσιν,
 
ἀλλὰ δυσὶ κρατεροῖς ὑπὲρ εὐρυτάτοιο μετώπου. 385
 
ἀμφίβιος καὶ σοῦβος, ἐπεὶ κἀκεῖνος ὁδεύει·
 
ὁππότε γὰρ ποτὶ βυσσὸν ἴῃ θοὰ κύματα τέμνων,
 
δὴ τότε πουλὺς ὅμιλος ὁμαρτῇ ποντοπορεύων
 
ἰχθυόεις ἕπεται, κατὰ δʼ ἅψεα λιχμάζονται,
 
τερπόμενοι κερόεντι φίλῳ, τερενόχροϊ σούβῳ. 390
 
ἔξοχα δʼ αὖ φάγροι τε καὶ οὐτιδανοὶ μελάνουροι
 
καὶ ῥαφίδες τρίγλαι τε καὶ ἀστακοὶ ἀμφὶς ἕπονται.
 
θάμβος ἔφυ τόδε, θάμβος ἀθέσφατον, ὁππότε θῆρας
 
ἀλλοδαποὶ τείρουσι πόθοι καὶ ὑπείροχα φίλτρα.
 
οὐ γὰρ ἐπʼ ἀλλήλοισι μόνον φιλότητος ἐΐσης 395
 
θεσμὸν ἀναγκαῖον δῶκεν θεός, οὐδʼ ὅσον αὐτῶν
 
φῦλον ἀναλδήσκειν αἰειγενέος βιότοιο.
 
θαῦμα μὲν οὖν κἀκεῖνο δαμήμεναι ἄφρονα φῦλα
 
ἅμμασιν ἱμερτοῖς καὶ ὁμόγνια φίλτρα δαῆναι
 
καὶ πόθον οὐ νοέοντα ἐν ἀλλήλοισι κεράσσαι, 400
← Önceki Kitap 2 · 20 / 32 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme