Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
εἰ δέ τις αἰγάγρου κηρόν κέρασιν περιχεύοι,
 
ζωῆς ἐξέκλεισεν ὁδοὺς πνοιῆς τε διαύλους.
 
ἔξοχα δʼ αὖ μήτηρ ἀταλοὺς ἔτι νηπιάχοντας
 
οὓς παῖδας κομέει· γήρᾳ δʼ ἔνι μητέρα παῖδες.
 
ὡς δὲ βροτοὶ γενέτην πεπεδημένον ἀργαλέοισι 345
 
γήραος ἐν δεσμοῖσι, πόδας βαρύν, ἅψεα ῥικνόν,
 
ἀβληχρὸν παλάμας, τρομερὸν δέμας, ὄψιν ἀμαυρόν,
 
ἀμφαγαπαζόμενοι περὶ δὴ περὶ πάμπαν ἔχουσι,
 
τινύμενοι κομιδὴν παιδοτροφίης ἀλεγεινῆς·
 
ὣς αἰγῶν κοῦροι φιλίους κομέουσι τοκῆας 350
 
γηραλέους, ὅτε δεσμὰ πολύστονα γυῖα πεδήσῃ·
 
βρώμην μέν τʼ ὀρέγοὺσιν ἐΰδροσον ἀνθεμόεσσαν,
 
δρεψάμενοι στομάτεσσι· ποτὸν δʼ ἄρα χείλεσιν ἄκροις
 
ἐκ ποταμοῦ φορέουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ·
 
γλώσσῃ δʼ ἀμφιέποντες ὅλον χρόα φαιδρύνουσιν. 355
 
εἰ δέ νύ τοι βροχίδεσσι μόνην γενέτειραν ἀείραις,
 
αὐτίκα καὶ παλάμηφιν ἕλοις νεοθηλέας ἀμνούς·
 
τὴν μὲν γὰρ δοκέοις παῖδας μύθοισι δίεσθαι,
 
λισσομένην τοίοισιν ἀπόπροθι μηκηθμοῖσι·
 
φεύγετέ μοι, φίλα τέκνα, δυσαντέας ἀγρευτῆρας, 360
← Önceki Kitap 2 · 18 / 32 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme