Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
μείων εὐρυκέρωτος, ἀτὰρ δόρκου μέγʼ ἀρείων·
 
ὄμμασιν αἰγλήεις, ἐρατὸς χρόα, φαιδρὸς ἰδέσθαι·
 
καὶ κεράων ὀρθαὶ μὲν ἀπὸ κρατὸς πεφύασιν
 
ἀκρέμονες προτενεῖς, ὑψοῦ δʼ αὖθις ποτὶ νῶτον
 
ἄψορρον νεύουσι παλιγνάμπτοισιν ἀκωκαῖς. 305
 
ἔξοχα δʼ αὖ τόδε φῦλον ἑὸν δόμον ἀμφαγαπάζει
 
ἠθαλέας τʼ εὐνὰς φίλιόν τε νάπεσσι μέλαθρον·
 
εἰ δέ τέ μιν στρεπτῇσι πεδήσαντες βροχίδεσσιν
 
ἀγρευτῆρες ἄγοιεν ἐπʼ ἄλλους αὐτίκα χώρους,
 
τηλόθι δʼ ἐν βήσσῃσιν ἐλεύθερον αὖθι λίποιεν, 310
 
ῥεῖα ποτὶ γλυκερὸν δόμον ἤλυθεν, ᾗχι ναίεσκεν,
 
οὐδʼ ἔτλη ξεῖνός τις ἐπʼ ἀλλοδαποῖσιν ἀλᾶσθαι.
 
οὐκ ἄρα τοι μούνοισι φίλη πάτρη μερόπεσσι,
 
καὶ βαλίων δὲ πόθος τις ἐνέστακται φρεσὶ θηρῶν.
 
ναὶ μὴν ὠκυτάτων δόρκων ἀρίδηλα γένεθλα 315
 
μορφήν τʼ ἴδμεν ἅπαντες ὁμῶς μέγεθός τε καὶ ἀλκήν.
 
πέρδικες θοῦροι δὲ πυρώπεες, αἰολόδειροι,
 
δόρκοισιν φιλίην παρὰ τέμπεσιν ἐσπείσαντο,
 
ἠθαλέοι τε πέλουσι καὶ ἀλλήλοισιν ὅμαυλοι,
 
εὐνάς τʼ ἐγγὺς ἔχουσι, καὶ οὐκ ἀπάνευθε νέμονται. 320
← Önceki Kitap 2 · 16 / 32 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme