Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
ὀφρύας ἠδὲ μέτωπον ἐνιπρίουσι γένυσσιν,
 
οἱ δʼ ἄρα λεπταλέην δειρὴν καὶ στέρνον ἔνερθε
 
καὶ λαγόνας νηδύν τε διὰ στόμα δαιτρεύουσιν,
 
ἄλλοι δʼ αὖθʼ ἑκάτερθε περὶ πλευρῇσιν ἔχονται,
 
μηροὺς δʼ αὖθʼ ἕτεροι καὶ νῶτον ὕπερθε νέμονται, 265
 
ἄλλος δʼ ἄλλοθεν ἐχθρὰ πεπαρμένος ᾐώρηται.
 
αὐτὰρ ὁ παντοίῃσι περιπληθὴς ὀδύνῃσι
 
πρῶτα μὲν ἐκφυγέειν ἐθέλει κραιπνοῖσι πόδεσσιν,
 
ἀλλʼ οὐ κάρτος ἔχει· τοῖός μιν ἀθέσφατος ὄχλος
 
αἰόλος ἀμφιέπει δυσπαίπαλος ἑρπηστήρων. 270
 
δὴ τότε δὴ βαρύθων ἔστη κρατερῆς ὑπʼ ἀνάγκης,
 
δάπτει δὲ στομάτεσσιν ἀπείριτα δήϊα φῦλα
 
βεβρυχὼς ὀδύνῃσιν· ἐπιστροφάδην δʼ ἑκάτερθεν
 
οὐδὲν ἀλευόμενον γένος ἑρπετόεν κεραΐζει.
 
κεῖνοι δʼ οὐ μεθιᾶσι, διολλύμενοι δὲ μένουσιν, 275
 
ἄτροπον ἦτορ ἔχοντες ἀναιδείῃσι νόοιο·
 
καὶ τοὺς μὲν γενύεσσι διέσχισε, τοὺς δὲ πόδεοσι
 
καὶ χηλῇσιν ὄλεσσε, ῥέει δʼ ἐπὶ γαῖαν ἀτέρμων
 
ἰχὼρ αἱματόεις ὀφίων ἄπο· γυῖα δὲ θηρῶν
 
ἅψεά θʼ ἡμίβρωτα κατὰ χθονὸς ἀσπαίρουσιν· 280
← Önceki Kitap 2 · 14 / 32 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme