Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 2

 
ἆσθμα βιησάμενον μυχάτης ἐξείρυσεν εὐνῆς·
 
αἶψα γὰρ εἴσιδεν ἐχθρόν, ἐς αἰθέρα θʼ ὑψόσʼ ἀείρει
 
λευγαλέην δειρήν· λευκοὺς δʼ ὑπέσηρεν ὀδόντας,
 
ὀξέα πεφρίκοντας· ἐπικροτέει δὲ γένειον
 
πυκνοῖς φυσιόων συρίγμασιν ἰοφόρος θήρ. 245
 
αὐτίκα δʼ αὖτʼ ἔλαφος, καὶ μειδιόωντι ἐοικώς,
 
δαιτρεύει στομάτεσσιν ἐτώσια δηριόωντα,
 
καί μιν ἑλισσόμενον περὶ γούνασιν ἀμφί τε δειρὴν
 
ἐμμενέως δάπτει· κατὰ δὲ χθονὶ πολλὰ κέχυνται
 
λείψανα παιφάσσοντα καὶ ἀσπαίροντα φόνοισι. 250
 
καί κε τάχʼ οἰκτείρειας ἀπηνέα περ μάλʼ ἐόντα
 
ὠμηστῆρα ῥιφέντα πολυτμήτοισι φόνοισι.
 
ἱπποβότου Λιβύης δʼ ἐπὶ τέρμασι πουλὺς ἀλᾶται
 
ἄσπετος οὐλόμενος στρατὸς αἰόλος ἑρπηστήρων·
 
ἀλλʼ ὅτε δὴ κλινθεὶς ἔλαφος ψαμαθώδεσιν ἄκραις 255
 
οἶος ἔῃ, τῷδʼ αὐτίκʼ ἐπέσσυτο πάντοθεν ἐχθρὸς
 
ἑσμὸς ἀπειρεσίων ὀφίων στυγεραί τε φάλαγγες
 
ἰοτόκοι· ῥινῷ δὲ πικροὺς ἐνέρεισαν ὀδόντας,
 
ἅψεα πάντʼ ἐλάφοιο περισταδὸν ἀμφιχυθέντες·
 
οἱ μὲν γάρ τʼ, ἐφύπερθεν ἐπιστρέψαντεv. l. ἐπιτρέψαντε. κάρηνον, 260
← Önceki Kitap 2 · 13 / 32 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme