Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 1

 
βριθόμεναι μαζούς τε καὶ οὔθατα κυκαίνουσαι·
 
οἱ δʼ ἀπὸ λαϊνέων ἄμοτον προθορόντες ἐναύλων
 
πάντες ἑαῖσι φίλῃσι περισκαίρουσι τεκούσαις,
 
ἀμφὶ μὲν εὐγλήνους δαμάλας βλοσυρώπεε μόσχω,
 
αὐτὰρ ἐϋκραίρους ὄϊας περὶ βληχάδας ἀμνώ, 145
 
μηκάδας αὖτʼ ἐρίφω, καὶ φορβάδας ὠκέε πώλω.
 
καὶ μὴν τόσσα φέροιντο ποτὶ κνημοὺς ξυλόχους τε
 
ἐργοπόνοι κρατεροὶ θήρης ἐρικυδέος ὅπλα,
 
ἔντεά τʼ εὐθήροιο μέγα πνείοντα φόνοιο,
 
ἄρκυας εὐστρεφέας τε λύγους ταναόν τε πάναγρον 150
 
δίκτυά τε σχαλίδας τε βρόχων τε πολύστονα δεσμά,
 
αἰχμὴν τριγλώχινα, σιγύνην εὐρυκάρηνον,
 
ἁρπάλαγον κάμακάς τε καὶ εὔπτερον ὠκὺν ὀϊστόν,
 
φάσγανα βουπλῆγάς τε λαγωοφόνον τε τρίαιναν,
 
ἀγκυλίδας σκολιὰς μολιβοσφιγγέας τε κορώνας, 155
 
σπαρτόδετον μήρινθον ἐΰπλεκτόν τε ποδάγρην,
 
ἅμματά τε στάλικάς τε πολύγληνόν τε σαγήνην.
 
ἵππους δʼ εἰς θήρην μέγα κυδήεντας ἀγέσθων
 
ἄρσενας· οὐ μόνον ὅττι χερείονές εἰσι πόδεσσι
 
θηλύτεραι τελέειν δολιχὸν δρόμον ἐν ξυλόχοισιν, 160
← Önceki Kitap 1 · 8 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme