Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 1

 
ἄργυφα τειναμένοισι λινοπτερύγων ὅπλα νηῶν·
 
ὁππότε γαῖα βροτοῖσι φυτηκομέουσι γέγηθεν·
 
ὁππότε καὶ καλύκεσσι καὶ ἄνθεσιν ἅμματα λύει·
 
ἢ πάλιν ἐσχατίῃσιν ὀπωρινῇσι τροπῇσιν,
 
ἡνίκα δῶμα τέθηλεν ὀπωρολόγοιο γεωργοῦ, 125
 
καρπὸς Ἀθηναίης λιπαρὴν ὅτε γαυλίδα πλήθει
 
καὶ βότρυς ἡμερίδων θλίβων ἐπιλήνια χαίρει,
 
σίμβλα μελισσάων ὅτε λείρια κηρία βρίθει.
 
χείματι δʼ ἐν μεσάτῳ μέσου ἤματος ἀγρώσσοιεν,
 
εὖτέ τις ἐν δρυμοῖσιν ὑπὸ σπήλυγγι λιασθείς, 130
 
κάρφεα λεξάμενός τε καὶ ὠκύμορον φλόγα νήσας,
 
ἄγχι πυρὸς κλινθεὶς ὁπλίσσατο δόρπον ἀμορβός.
 
ἐν δὲ θέρει χρειὼ φυγέειν φλογόεσσαν ἐνιπὴν
 
ἄζαν τʼ ἠελίου· κέλομαι δʼ ἐπʼ ἄεθλον ἱκάνειν
 
πρώτῃ ὑπʼ ἀμφιλύκῃ, ὅθʼ ἑωθινὸν ἀγροιῶται 135
 
ἱστοβοῆος ἔνερθεν ὑπʼ εὐποίητον ἐχέτλην
 
γειοτόμον δαμάλῃσιν ἐπιθύνουσιν ἄροτρον·
 
ἢ πάλιν ἑσπερίῃσιν ὅτʼ ἠέλιος ζυγὰ κλίνει,
 
ὁππότε σημαίνουσιν ἑαῖς ἀγέλῃσι νομῆες,
 
εὖτε καταστείχουσι ποτὶ σφετέρους πάλι σηκοὺς 140
← Önceki Kitap 1 · 7 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme