Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 1

 
εἰνάλιον φορέῃσι διʼ ἠέρος ὀρχηστῆρα.
 
ναὶ μὴν ἰξευτῆρι πόνος γλυκύς· ἦ γὰρ ἐπʼ ἄγρην
 
οὐκ ἄορ, οὐ δρεπάνην, οὐ χάλκεα δοῦρα φέρονται,
 
ἀλλʼ αὐτοῖς ἐπὶ δρυμὰ συνέμπορος ἕσπετο κίρκος
 
καὶ δολιχαὶ θώμιγγες ὑγρός τε μελίχροος ἰξὸς 65
 
οἵ τε διηερίην δόνακες πατέουσιν ἀταρπόν.
 
τίς τάδε τολμήσειεν ἀείδειν ἰσοτάλαντα;
 
ἢ βασιλῆϊ λέοντι τίς αἰετὸν ἀντιβάλοιτο;
 
ἰῷ πορδαλίων δὲ τίς ἄν μύραιναν ἐΐσκοι,
 
ἢ θῶας κίρκοις, ἢ ῥινοκέρωτας ἐχίνοις, 70
 
ἢ λάρον αἰγάγροις, ἢ κήτεα πάντʼ ἐλέφαντι;
 
θηρητῆρε λύκους ὄλεσαν, θύννους ἁλιῆες,
 
ἀγρευτῆρες ὄϊς, τρήρωνας ἕλον δονακῆες,
 
ἄρκτον ἐπακτῆρες, καὶ μορμύρον ἀσπαλιῆες,
 
τίγριν δʼ ἱππῆες, καὶ τριγλίδας ἰχθυβολῆες, 75
 
κάπριον ἰχνευτῆρες, ἀηδόνας ἰξευτῆρες.
 
ἀλλὰ σὺ μέν, Νηρεῦ, καὶ δαίμονες Ἀμφιτρίτης,
 
ἠδὲ φιλορνίθων Δρυάδων χορὸς, ἱλήκοιτε·
 
δὴ γὰρ ἐπιστροφάδην με φίλαι καλέουσιν ἀοιδαί·
 
δαίμοσι θηροφόνοισι παλίντροπος ἔρχομʼ ἀείσων. 80
← Önceki Kitap 1 · 4 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme