Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 1

 
κωκύει ῥοδαλῇσιν ἐπισμήχουσα παρειαῖς·
 
ὣς ὅ γε, θυμοβόροισιν ἀνιάζων ὀδύνῃσι,
 
τῇ καὶ τῇ θύει τε καὶ ἑξείης ἐρεείνει
 
πάντα λίθον καὶ πάντα λόφον καὶ πᾶσαν ἀταρπὸν
 
δένδρεά θʼ ἡμερίδας τε καὶ αἱμασιὰς καὶ ἀλωάς. 505
 
ἀλλʼ ὁπότʼ ἴχνεος ὀψὲ διηερίοιο τυχήσῃ,
 
καγχαλάᾳ κνυζεῖ τε κεχαρμένος, οἷά τε τυτθαὶ
 
σκιρτεῦσιν δαμάλαι περὶ πόρτιας οὐθατοέσσας·
 
ὣς καὶ τῷ μάλα θυμὸς ἐχήρατο, σευόμενος δὲ
 
εἱλεῖται σκολιοῖσιν ἐπεμβεβαὼς πεδίοισιν· 510
 
οὐδʼ ἀπό μιν πλάγξαις, οὐδʼ εἰ μάλα τηλόθʼ ἐλαύνοις,
 
ἰθύει δʼ ἀπρὶξ γλυκερῆς δεδραγμένος ὀδμῆς,
 
εἰσόκε τέρμα πόνοιο καὶ εἰς βαλβῖδα περήσῃ.
 
εἰ δέ μιν ὁπλίσσειας ἀθηρήτοισι λαγωοῖς,
 
λάθρη μὲν πελάει, κατὰ δʼ ἴχνιον ἴχνος ἐρείδει, 515
 
βαιὸς ὑφʼ ἡμερίσιν κεκαλυμμένος ἢ καλάμῃσιν,
 
οἷά τε ληϊστὴρ ἐρίφων κλόπος, ὅστε νομῆα
 
ὑπνώοντα πέλας δεδοκημένος ἤρεμος ἕρπει.
 
ἀλλʼ ὅτε δὴ λόχμῃσι λαγωείῃσι πελάσσῃ,
 
ῥίμφʼ ἔθορεν, τόξῳ ἐναλίγκιος ἠὲ δράκοντι 520
← Önceki Kitap 1 · 26 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme