Thesauros Literature didactic Κυνηγετικά

Κυνηγετικά

Κυνηγετικά Oppian of Apamea

Kitap 1

 
ἐς θάλαμον βαίνησιν ὑμὴν ὑμέναιον ἀείδων·
 
ὣς ἵππον σπέρχοντα γαμήλιά τε χρεμέθοντα,
 
πρόσθεν ἑῆς ἀλόχοιο κλυτὸν πόσιν ἀφριόωντα,
 
δηρὸν ἐρητύουσι φίλης λελιημένον εὐνῆς·
 
ὀψέ δέ τοι μεθιᾶσιν ἐπήρατον ἐς φιλότητα· 345
 
ἡ δʼ ὑποκυσαμένη πολυανθέα γείνατο παῖδα,
 
νηδύϊ μὲν πόσιος γόνιμον θορὸν ἀείρασα,
 
δεξαμένη μορφὴν δὲ πολύχροον ὀφθαλμοῖσι.
 
τοῖά νυ κἀκεῖνοι, τοῖσιν δόνακες μεμέληνται,
 
μησάσθην πυκινοῖσι νοήμασιν ἰξευτῆρες, 350
 
ὁππότε δαιδάλλουσι πεληϊάδεσσι νεοσσούς·
 
εὖτε γὰρ ἐς φιλότητα θοαὶ τρήρωνες ἴωσι,
 
μιγνύμεναι στομάτεσσι βαρυφθόγγοις ἀλόχοισι,
 
δὴ τότε μῆτιν ὕφαινε κλυτὴν τιθασοτρόφος ἀνήρ,
 
ἄγχι δὲ θηλυτέρῃσιν ἐθήκατο δαίδαλα πολλὰ 355
 
εἵματα πορφύρεα· ταὶ δὲ κλιδὸν ὄσσε βαλοῦσαι
 
θυμὸν ἰαινόμεναι τίκτουσʼ ἁλιπόρφυρα τέκνα.
 
ναὶ μὴν ὧδε Λάκωνες ἐπίφρονα μητίσαντο
 
αἷσι φίλαις ἀλόχοις, ὅτε γαστέρα κυμαίνουσι·
 
γράψαντες πινάκεσσι πέλας θέσαν ἀγλαὰ κάλλη, 360
← Önceki Kitap 1 · 18 / 27 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme