Kitap 1
ἀμφότερον κραιπνοί τε θέειν δολιχοί τε πέλονται.
Μαύρων δʼ ὠκύτεροι Σικελοί, Σικελῶν δέ τε ΠάρθοιΠάρθοι Brodaeus (cf. iv. 112 ff.): θυμόν MSS. Gesner supposed that a line has been lost after v. 302 which mentioned the Πάρθοι.
καὶ χαροποὶ τελέθουσι καὶ ἔξοχον αἰγλήεντες,
καὶ μοῦνοι μίμνουσι μέγα βρύχημα λέοντος.
ἦ γάρ τοι θήρεσσιν ἐπʼ ἄλλοις ἄλλα γένεθλα
305
ἵππων ἄρμενα πολλὰ τά τοι φράζουσιν ὀπωπαί.
στικτοπόδεσσʼ ἐλάφοις κυανώπεας ὁπλίζοιο,
ἄρκτοισι γλαυκούς, καὶ πορδαλίεσσι δαφοινούς,
αἴθωνας δʼ ἵππους πυριλαμπέας ἀμφὶ σύεσσιν,
αὐτὰρ ἐριγλήνους χαροποὺς χαροποῖσι λέουσι.
310
κάλλεϊ δʼ ἐν πάντεσσι πέλει πανυπείροχος ἵππος
Νησαῖος,v. l. Νισ(σ)αῖος. τὸν ἄγουσιν ἐρικτέανοι βασιλῆες·
καλὸς ἰδεῖν, ἀταλός τε φέρειν ἐϋπείθεϊ δεσμῷ·
βαιὸς μὲν κεφαλήν, πολλὸς δὲ βαθύτριχα δειρήν,
κυδιόων ἑκάτερθε μελιχρύσοισιν ἐθείραις.
315
ναὶ μὴν ἄλλο γένεθλον ἐπήρατον ὠπήσαιο
στικτόν, ἀρίζηλον, τοὺς ὤρυγγας καλέουσιν,
ἢ ὅτι καλλικόμοισιν ἐν οὔρεσιν ἀλδήσκουσιν,
ἢ ὅτι πάγχυ θέλουσʼ ἐπὶ θηλυτέρῃσιν ὀρούειν.
δοιὰ δʼ ἐπʼ ὠρύγγων τελέθει πολυανθέα κάλλη·
320