Kitap 1
ὄμμα τορόν, πυρσωπόν, ἐπισκυνίοισι δαφοινόν·
εὐρεῖαι ῥῖνες, στόμα δʼ ἄρκιον, οὔατα βαιά·
γυραλέη δειρή τελέθοι λασιαύχενος ἵππου,
ὡς ὅτε χαιτήεσσα λόφον νεύει τρυφάλεια·
πουλὺ πέλοι στέρνον, δολιχὸν δέμας, εὐρέα νῶτα,
185
καὶ ῥάχις ἀμφίδυμος μέσον ἰσχία πιαίνουσα·leg. πειραίνουσα?
ἐκ δὲ θέοι πολλὴ μετόπισθε τανύτριχος οὐρή·
μηροὶ δʼ εὐπαγέες, μυώδεες· αὐτὰρ ἔνερθεν
ὀρθοτενεῖς δολιχοί τε ποδῶν περιηγέες αὐλοὶ
καὶ μάλα λεπταλέοι· καὶ σαρκὶ λελειμμένα κῶλα,
190
οἷα τανυκραίροισιν ἀελλοπόδεσσʼ ἐλάφοισι·
καὶ σφυρὸν ἀγκλίνοιτο, θέοι δὲ περίδρομος ὁπλὴ
ὕψι μάλʼ ἐκ γαίης, πυκινή, κερόεσσα, κραταιή.
τοῖός μοι βαίνοι κρατερὴν θήρειον ἐνυὼ
θυμαίνων, συνάεθλος, ἀρήϊος, ὄβριμος ἵππος.
195
Τυρσηνοὶ τοιοίδε καὶ Ἀρμένιοι καὶ Ἀχαιοὶ
Καππαδόκαι τε κλυτοὶ Ταύρου πρόπαρ οἵ τεπρόπαρ οἵ τε Koechly: προπάροιθε MSS. νέμονται.
θαῦμα δὲ Καππαδόκεσσι μέγʼ ἔδρακον ὠκυπόδεσσι·
εἰσόκε μὲν νεογιλὸν ὑπὸ στομάτεσσιν ὀδόντα
καὶ γλαγερὸν φορέουσι δέμας, τελέθουσʼ ἀμενηνοί·
200