Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
λευγαλέην ἀνέχοιτο βίην καὶ χάσματος αἰχμάς·
 
δεσμῷ δʼ ἐν μεσάτῳ τροχοειδέα κύκλα τέτυκται
 
πυκνὰ παρʼ ἀλλήλοισιν, ἅ κεν στροφάλιγγας ἐρύκοι
 
φοιταλέας, μηδʼ ἰθὺς ἀπορρήξειε σίδηρον
 
αἱμάσσων, ὀλοῇσι περισπερχὴς ὀδύνῃσιν, 145
 
ἀλλὰ περιστροφάδην πλαγκτὸν δρόμον εἱλίσσοιτο.
 
δαῖτα δʼ ἐπʼ ἀγκίστρῳ δυστερπέα πορσύνουσι
 
ταύρειον μέλαν ἧπαρ ἀπόκριτον ἠὲ καὶ ὦμὸν
 
ταύρειον γενύεσσιν ἐοικότα δαινυμένοιο.
 
πολλαὶ δʼ ἀγρευτῆρσιν ὁμόστολοι ὥστʼ ἐς Ἄρηα 150
 
θήγονται κρατεραί τʼ ἀκίδες στιβαραί τε τρίαιναι,
 
ἅρπαι, βουπλῆγές τε βαρύστομοι, ὅσσα τε τοῖα
 
ἄκμοσι δυσκελάδοις ῥαιστήρια χαλκεύονται·
 
ἐσσυμένως δʼ ἀκάτοισιν ἐϋσέλμοις ἐπιβάντες,
 
σιγῇ νευστάζοντες ὅ τι χρέος ἀλλήλοισι, 155
 
στέλλονται, κώπῃσι δʼ ὑπʼ εὐκήλοισι θάλασσαν
 
ἀτρέμα λευκαίνουσι, φυλασσόμενοι μάλα δοῦπον,
 
μή τι μάθοι μέγα κῆτος ἀλευόμενόν τε νέοιτο
 
βυσσὸν ὑποβρυχίην, ἅλιον δέ κε μόχθου ἄροιντο.
 
ἀλλʼ ὅτε οἱ πελάσωσιν ὁμαιχμήσωσί τʼ ἀέθλῳ, 160
← Önceki Kitap 5 · 8 / 34 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme