Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
πυκνῇσι σχοίνοισι τετυγμέναι· ἐν δʼ ἄρα τῇσι
 
στρόμβος συγκέλσαντες ὁμοῦ χήμῃσι τίθενται·
 
αἱ δʼ ὅταν ἐμπελάσωσι βορῆς μεθύουσαι ἔρωτι,
 
γλῶσσαν ὑπὲκ θαλάμης δολιχὴν βάλον· ἡ δὲ τέτυκται
 
λεπτή τʼ ὀξείη τε, διὰ σχοίνων δʼ ἐτάνυσσαν 605
 
φορβῆς ἱέμεναι, χαλεπῆς δʼ ἤντησαν ἐδωδῆς·
 
γλῶσσα γὰρ ἐν σχοίνοισιν ἐρειδομένη πυκινῇσιν
 
οἰδάνεται, στείνει δὲ λύγων βρόχος, οὐδʼ ἔτʼ ὀπίσσω
 
ἀνδύνει μεμαυῖα, μένει δʼ ὀδύνῃσι ταθεῖσα,
 
εἰσόκεν αὖ ἐρύσωσι περὶ γλώσσῃ μεμαυίας, 610
 
πορφυρέοις κάλλιστον ὑφάσμασιν ἄνθος ἄγοντες.
 
Σπογγοτόμων δʼ οὔ φημι κακώτερον ἄλλον ἄεθλον
 
ἔμμεναι, οὐδʼ ἄνδρεσσιν ὀϊζυρώτερον ἔργον.
 
οἱ δʼ ἤτοι πρῶτον μέν, ὅτʼ ἐς πόνον ὁπλίζωνται,
 
βρώμῃ τʼ ἠδὲ ποτοῖσιν ἀφαυροτέροισι μέλονται, 615
 
ὕπνῳ τʼ οὐχ ἁλιεῦσιν ἐοικότι μαλθάσσονται.
 
ὡς δʼ ὅτʼ ἀνὴρ εὔγηρυν ἐφοπλίζητʼ ἐς ἀγῶνα,
 
μολπῆς εὐφόρμιγγος ἔχων Φοιβήϊον εὖχος,
 
πᾶσα δέ οἱ μέλεται κομιδή, πάντῃ δὲ φυλάσσει,
 
πιαίνων ἐς ἄεθλα λιγυφθόγγου μέλος αὐδῆς, 620
← Önceki Kitap 5 · 31 / 34 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme