Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
καὶ τοὺς μὲν κατέπεφνε καὶ ἔσπασεν ἔνδον ὀδόντων,
 
μήτηρ δὲ πρῶτον μὲν ἀτυζομένη δεδόνηται
 
λοίγια τετριγυῖα φόνου γόον· ἀλλʼ ὅτε παῖδας
 
ἀθρήσῃ φθιμένους, ἣ δʼ οὐκέτι φύξιν ὀλέθρου
 
δίζεται, ἀλλʼ αὐτῇσιν ὑπαὶ γενύεσσι δράκοντος 585
 
εἱλεῖται, μέσφʼ ὄρνιν ἕλῃ παιδοκτόνος ἄτη·
 
ὣς ἄρα καὶ δελφῖνι νέῳ συναπέφθιτο μήτηρ,
 
χεῖρας ἐς ἰχθυβόλων αὐτάγρετος ἀντήσασα.
 
ἔθνεα δʼ ὀστρακόρινα, τά θʼ ἑρπύζουσι θαλάσσῃ,
 
πάντα φάτις μήνης μὲν ἀεξομένης κατὰ κύκλον 590
 
σαρκὶ περιπλήθειν καὶ πίονα ναιέμεν οἶκον·
 
φθινούσης δʼ ἐξαῦτις ἀφαυροτέροις μελέεσσι
 
ῥικνοῦσθαι· τοίη τις ἐνί σφισιν ἐστὶν ἀνάγκη.
 
τῶν δὲ τὰ μὲν δύνοντες ὑπόβρυχα χερσὶ λέγονται
 
ἀνέρες ἐκ ψαμάθοιο, τὰ δʼ ἐκ σπιλάδων ἐρύουσι 595
 
νωλεμὲς ἐμπεφυῶτα, τὰ δʼ ᾐόσιν ἔπτυσαν αὐταῖς
 
κύματα καὶ βόθροισι λαχαινομένης ψαμάθοιο.
 
πορφύραι αὖ πέρι δή τι μετʼ ὀστρείοισιν ἔασι
 
λίχναι· τοίη δέ σφιν ἐτήτυμος ἵσταται ἄγρη.
 
κυρτίδες ἠβαιαὶ ταλάροις γεγάασιν ὁμοῖαι, 600
← Önceki Kitap 5 · 30 / 34 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme