Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
οἱ δέ μιν οὐκ ἐρύουσι βιώμενοι· ἦ γὰρ ἄν ἄγρης
 
μαψιδίως ἄλιον καὶ ἐτώσιον ἔργον ἄροιντο·
 
ἀλλά οἱ ἱεμένῳ δολιχὴν ἐφιᾶσιν ἄγεσθαι
 
μήρινθον καὶ νῆα κατασπέρχουσιν ἐρετμοῖς,
 
ἑσπόμενοι δελφῖνος ἀτυζομένοιο κελεύθοις. 545
 
ἀλλʼ ὅτε λευγαλέῃσι κακηπελέων ὀδύνῃσι
 
κάμνῃ καὶ γλωχῖσι περισκαίρῃσι σιδήρου,
 
δή ῥα τότʼ ἀδρανέων ἀναδύεται, ἄλκιμα γυῖα
 
κεκμηκώς, κούφοισιν ἀειρόμενος ῥοθίοισιν,
 
ὕστατα φυσιόων· μήτηρ δέ μιν οὔποτε λείπει, 550
 
ἀλλʼ αἰεὶ μογέοντι συνέσπεται, ἔκ τʼ ἀνιόντι
 
βυσσόθεν, ἀχνυμένῃ τε καὶ αἰνότατον στεναχούσῃ
 
εἰδομένη· φαίης κεν ὀδυρομένην ὁράασθαι
 
μητέρα περθομένης πόλιος περὶ δυσμενέεσσι
 
παίδων θʼ ἑλκομένων ὑπὸ ληΐδα δουρὸς ἀνάγκῃ· 555
 
ὣς ἥ γʼ αἴνʼ ἀχέουσα δαϊζομένῳ περὶ παιδί,
 
ὥστʼ αὐτὴ μογέουσα καὶ οὐτηθεῖσα σιδήρῳ,
 
δινεύει· τὸν δʼ ἄλλον ἑῆς ἀπὸ παῖδα κελεύθου
 
στέλλει ἐπεμπίπτουσα καὶ ὀτρύνουσα διώκει·
 
φεῦγε, τέκος· μέροπες γὰρ ἀνάρσιοι, οὐκέθʼ ἑταῖροι 560
← Önceki Kitap 5 · 28 / 34 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme