Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
ἦκα καταρρέζεσκε, φιλοφροσύνῃσιν ἑταῖρον
 
ἀμφαγαπαζόμενος, τοῦ δʼ ἵετο θυμὸς ἱκέσθαι
 
αὐτὴν εἰς ἄκατον παιδὸς πέλας· ἀλλʼ ὅτʼ ἐς ἅλμην
 
κοῦφα κυβιστήσειεν, ὃ δʼ ἐγγύθι νήχετο κούρου,
 
αὐτῇσι πλευρῇσιν ἀνὰ πλευρὰς παρενείρων, 485
 
αὐτῇσι γενύεσσι πέλας γένυν, ἠδὲ καρήνῳ
 
ἐγχρίμπτων κεφαλήν· φαίης κέ μιν ἱμείροντα
 
κῦσσαι καὶ στέρνοισι περιπτύξαι μενεαίνειν
 
ἠΐθεον· τοίῃ γὰρ ὀπάονι νήχετο ῥιπῇ.
 
ἀλλʼ ὅτε καὶ πελάσειε παρʼ ᾐόσιν, αὐτίκα κοῦρος 490
 
ἁψάμενος λοφιῆς διερῶν διερῶν ἐπεβήσατο νώτων·
 
αὐτὰρ ὅ γʼ ἀσπασίως παιδὸς δέμας ἔμφρονι θυμῷ
 
δεξάμενος φοίτασκεν, ὅπῃ νόος ἠϊθέοιο
 
ἤλαεν, εἴτʼ ἄρα πόντον ἐπʼ εὐρέα τῆλε κελεύοι
 
στέλλεσθʼ, εἴθʼ αὔτως λιμένος διὰ χῶρον ἀμείβειν, 495
 
ἢ χέρσῳ πελάειν, ὁ δʼ ἐπείθετο πᾶσαν ἐφετμήν.
 
οὔτε τις ἡνιόχῳ πῶλος τόσον ἐν γενύεσσι
 
μαλθακὸς εὐγνάμπτοισιν ἐφέσπεται ὧδε χαλινοῖς,
 
οὔτε τις ἀγρευτῆρι κύων ἐθἀς ὀτρύνοντι
 
τόσσον ὑπεικαθέων ἐπιπείθεται, ᾗ κεν ἄγῃσιν, 500
← Önceki Kitap 5 · 25 / 34 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme