Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
καὶ πυρὶ καὶ δελφῖσιν ἐλαυνόμενοι βασιλεῦσιν.
 
ἀλλʼ ὁπόταν θήρης εὐαγρέος ἔργον ἄνηται,
 
δὴ τότʼ ἀπαιτίζουσι παρασχεδὸν ἐμπελάσαντες
 
μισθὸν ὁμοφροσύνης, θήρης ἀποδάσμιον αἶσαν·
 
οἱ δʼ οὐκ ἠνήναντο, πόρον δʼ εὐαγρέα μοῖραν 445
 
ἀσπασίως· ἤν γάρ τις ὑπερφιάλως ἀλίτηται,
 
οὐκέτι οἱ δελφῖνες ἀρηγόνες εἰσὶν ἐπʼ ἄγρην.
 
καὶ μέν τις Λέσβοιο παλαίφατον ἔργον ἀοιδοῦ
 
ἔκλυεν, ὡς δελφῖνος ὀχησάμενος περὶ νώτῳ
 
κῦμα μέλαν περάασκε καθήμενος, ἄτρομος ἦτορ, 450
 
ἀείδων, καὶ πότμον ὑπέκφυγε ληϊστήρων
 
Ταιναρίῃ τʼ ἐπέλασσεν ἐπὶ προβολῇσι Λακώνων.
 
καί πού τις Λίβυος κούρου πόθον οἶδεν ἀκούων,
 
τοῦ ποτε ποιμαίνοντος ἐράσσατο θερμὸν ἔρωτα
 
δελφίς, σὺν δʼ ἤθυρε παρʼ ᾐόσι, καὶ κελαδεινῇ 455
 
τερπόμενος σύριγγι λιλαίετο πώεσιν αὐτοῖς
 
μίσγεσθαι πόντον τε λιπεῖν ξυλόχους τʼ ἀφικέσθαι.
 
ἀλλʼ οὐδʼ ἠϊθέοιο πόθους ἐπὶ πᾶσα λέλησται
 
Αἰολίς· οὔτι παλαιόν, ἐφʼ ἡμετέρῃ δὲ γενέθλῃ·
 
δελφὶς ὥς ποτε παιδὸς ἐράσσατο νησαίοιο· 460
← Önceki Kitap 5 · 23 / 34 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme