Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
δαίμονες εἰναλίων ὀλοὸν μόρον ἡγητήρων·
 
ἶσα γὰρ ἀνθρώποισι νοήματα καὶ προπόλοισι
 
Ζηνὸς ἁλιγδούποιο· τὸ καὶ φιλότητι γενέθλης
 
κέχρηνται, μέγα δʼ εἰσὶ συνάρθμιοι ἀλλήλοισιν.
 
ἤδη γὰρ δελφῖνες ἐνηέες ἀνδράσιν οἵην 425
 
ἄγρην εὐθήρητον ἐπʼ ἰχθύσιν ὡπλίσσαντο
 
νήσῳ ἐν Εὐβοίῃ μετὰ κύμασιν Αἰγαίοισιν·
 
εὖτε γὰρ ἑσπερίης θήρης πόνον ἐγκονέωσιν
 
ἰχθυβόλοι, νεπόδεσσι πυρὸς φορέοντες ὁμοκλήν,
 
ἴπνου χαλκείοιο θοὸν σέλας, οἱ δʼ ἐφέπονται 430
 
δελφῖνες, σύνθηρον ἐπισπεύδοντες ὄλεθρον.
 
ἔνθʼ οἱ μὲν τρομέοντες ἀποτροπάδην ἀλέονται
 
ἰχθύες, οἱ δʼ ἔκτοσθεν ἐπαΐσσοντες ὁμαρτῆ
 
δελφῖνες φοβέουσι καὶ ἱεμένους ἐπὶ βύσσαν
 
τρωπᾶσθαι ποτὶ χέρσον ἀνάρσιον ἐξελόωσι, 435
 
πυκνὸν ἐπιθρώσκοντες, ἅτʼ ἀνδράσι θηρητῆρσι
 
θῆρα κύνες σεύοντες ἀμοιβαίῃς ὑλακῇσι.
 
τοὺς δʼ ἀγχοῦ ποτὶ χέρσον ἀτυζομένους ἁλιῆες
 
ῥηϊδίως βάλλουσιν ἐϋγλώχινι τριαίνῃ.
 
τοῖσι δʼ ἄφυκτα κέλευθα, διορχεῦνται δʼ ἐνὶ πόντῳ, 440
← Önceki Kitap 5 · 22 / 34 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme