Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
κήτεα δʼ ὅσσα πέλωρα Ποσειδάωνος ἐναύλοις
 
ἐντρέφεται, τὰ μὲν οὔτι χερείονα φημὶ θάλασσαν
 
τίκτειν ὠμοφάγων τεκέων χθονός, ἀλλὰ καὶ ἀλκὴν
 
καὶ μέγεθος προβέβηκεν ἀναιδέα δείματα πόντου.
 
ἔστιν ἐν ἠπείρῳ χελύων γένος, οὐδέ τινʼ ἀλκὴν 25
 
οὐδʼ ἄτην ἴσασι· θαλασσαίῃ δὲ χελώνῃ
 
οὐ μάλα θαρσαλέος τις ἐν οἴδμασιν ἀντιβολήσει.
 
εἰσὶ δʼ ἐνὶ τραφερῇ λάβροι κύνες, ἀλλὰ κύνεσσιν
 
εἰναλίοις οὐκ ἄν τις ἀναιδείην ἐρίσειε.
 
πορδαλίων γαίης ὀλοὸν δάκος, ἀλλὰ θαλάσσης 30
 
αἰνότερον. χέρσον μὲν ἐπιστείχουσιν ὕαιναι,
 
πολλῷ δʼ ἐν ῥοθίοις κρυερώτεραι. οἱ μὲν ἔασι
 
κριοὶ μηλονόμων τιθασὸν βοτόν, οὐ δὲ θαλάσσης
 
κριοῖς μειλιχίοισι συνοίσεται, ὅς κε πελάσσῃ.
 
τίς δὲ τόσον χλούνης φορέει σθένος, ὅσσον ἄαπτοι 35
 
λάμναι; τίς δὲ λέοντος ἐνὶ φρεσὶν αἴθεται ἀλκή,
 
ὅσση ῥιγεδανῇσιν ἀνισώσαιτο ζυγαίναις;
 
φώκην δὲ βλοσυρὴν καὶ ἐπὶ χθονὶ χαιτήεσσαι
 
ἄρκτοι πεφρίκασι καὶ ἐς μόθον ἀντιόωσαι
 
δάμνανται· τοίοισι μέλει θήρεσσι θάλασσα. 40
← Önceki Kitap 5 · 2 / 34 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme