Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
ἔσσυτο καὶ γενύων προΐει μένος, αἶψα δὲ σειρῇ
 
ἐνσχόμενοι μίμνουσιν ἅτʼ ἐν δεσμοῖσιν ὀδόντες
 
ἀγκύλοι· ἔνθεν ἔπειτα πόνος ῥήϊστος ὀλέσσαι
 
λάμνην τριγλώχινος ὑπὸ ῥιπῇσι σιδήρου.
 
ἔξοχα δʼ ἐχθοδοποῖς ἐνὶ κήτεσι μαργαίνουσι 365
 
λαιμῷ λαβροσύνῃ τε κυνῶν ὑπέροπλα γένεθλα·
 
ἔξοχα δʼ ὑβρισταὶ καὶ ἀγήνορες, οὐδέ κεν ἄν τι
 
ἀντόμενοι τρέσσειαν, ἀναιδείην ἀχάλινον
 
αἰεὶ κυμαίνουσαν ἐπὶ φρεσὶ λύσσαν ἔχοντες·
 
πολλάκι δʼ ἰχθυβόλοισι καὶ ἐς λίνον ἀΐξαντες 370
 
κύρτοις τʼ ἐμπελάσαντες ἐδηλήσανθʼ ἁλιεῦσιν
 
ἄγρην ἰχθυόεσσαν, ἑὴν φρένα πιαίνοντες.
 
τοὺς δέ τις ἀσπαλιεὺς δεδοκημένος ἰχθύσιν αὐτοῖς,
 
πείρας ἀγκίστρῳ, μενοεικέα ληΐδα θήρης,
 
ῥηϊδίως ἐρύσει περὶ γαστέρα μαιμώοντας. 375
 
Φώκῃ δʼ οὐκ ἄγκιστρα τετεύχαται οὔτε τις αἰχμὴ
 
τρίγλυφος ἥ κεν ἕλοι κείνης δέμας· ἔξοχα γάρ μιν
 
ῥινὸς ὑπὲρ μελέων στερεὴ λάχεν, ὄβριμον ἕρκος·
 
ἀλλʼ ὅτʼ ἐϋπλεκέεσσι λίνοις περικυκλώσωνται
 
φώκην ἀσπαλιῆες ἐν ἰχθύσιν οὐκ ἐθέλοντες, 380
← Önceki Kitap 5 · 19 / 34 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme