Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
ἠΰτε πυρκαϊὴ ὀλοώτατον ἧψεν ὄλεθρον.
 
ὡς δὲ Διὸς μάστιγι βαλεῖ τρόπιν αἰθέριον πῦρ
 
πόντου ἀμειβομένην, νέμεται δέ μιν αἰθαλόεσσα
 
ῥιπή, τὴν δʼ ἔτι μᾶλλον ἐποτρύνουσα κορύσσει
 
μισγομένη δίοισιν ὁμοῦ πυρσοῖσι θάλασσα, 285
 
ὣς κείνου χαλεπάς τε βολὰς ὀδύνας τε κορύσσει
 
ἄντλου πυθομένοιο δυσαέος ἄγριον ὕδωρ.
 
ἀλλʼ ὅτε μιν δμηθέντα πολυτμήτοις ὀδύνῃσιν
 
ἤδη λευγαλέοιο παρὰ προθύροις θανάτοιο
 
μοῖρα φέρῃ, τότε δή μιν ἀναψάμενοι ποτὶ χέρσον 290
 
γηθόσυνοι σύρουσιν· ὁ δʼ ἕλκεται οὐκ ἐθέλων περ,
 
πολλῇσι γλωχῖσι πεπαρμένος ἠΰτε γόμφοις,
 
νευστάζων ὀλοοῖο μόρου τέλος οἰνοβαρείων·
 
οἱ δὲ μέγαν νίκης παιήονα κυδαίνοντες,
 
εἰρεσίῃ σπέρχοντες ἐπικλάζουσι θαλάσσῃ 295
 
ὀξὺν ἐπειγομέναις ἐλάταις νόμον ἀείδοντες.
 
ὡς δʼ ὁπότʼ εἰναλίοιο διακρινθέντος Ἄρηος
 
νῆας ἀναψάμενοι νηῶν ἐπιβήτορας ἄνδρας
 
δυσμενέας ποτὶ χέρσον ἐπειγόμενοι κατάγωσι
 
γηθόσυνοι, νίκης δὲ διαπρύσιον βοόωσι 300
← Önceki Kitap 5 · 15 / 34 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme